ἐν Μαρωνείᾳ δὲ συμπίνων τισὶν ἐθέλειν ἔφη γνῶναι κατὰ τίνα τόπον ἐστὶ τῆς πόλεως, ἐὰν κατακαλύψαντες ἄγωσιν. εἶθ᾽ ὡς ἦγον καὶ ἠρώτων, ' κατὰ τὸ καπηλεῖον ἔφη, ὅτι καπηλεῖα ἐδόκει εἶναι ἡ Μαρώνεια, τὸν δὲ Τηλεφάνην, ἐπεὶ ἀναφυσᾶν ἤρχετο παρακατακείμενος, ' ἄνω ἔφη, ' ὡς οἱ ἐρυγγάνοντες.' τοῦ δὲ βαλανέως ἐν Καρδίᾳ ῥύμμα γῆν μοχθηρὰν καὶ ὕδωρ ἁλμυρὸν παρέχοντος, πολιορκεῖσθαι ἔφη κατὰ γῆν καὶ κατὰ θάλατταν.
ἄρδοι τις ἣν ἕκαστος εἰδείη τέχνην, [p. 92]
”