[p. 390]καὶ Σώφρων ἐν τῷ Ἀγροιώτῃ ‘ κωθωνοπλύται’ φησὶ καὶ τὸν τοῦ θυννοθήρα δὲ υἱὸν ἴσως ἀπὸ τούτου Κωθωνίαν προσηγόρευσεν. Σικελιῶται δ᾽ εἰσὶν οἱ τὸν κωβιὸν κώθωνα καλοῦντες, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν ταῖς Γλώτταις καὶ Ἀπολλόδωρος ἐν τοῖς περὶ Σώφρονος. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ κωβιοὺς ὀνομάζει:
ἢ σκάρον ἢ κῶθον τροφίην καὶ ἀναιδέα λίην.
Ἀντιφάνης δ᾽ ἐν Τίμωνι ἐπαινῶν τοὺς κωβιοὺς καὶ ὁπόθεν εἰσὶ κάλλιστοι δηλοῖ διὰ τούτων
τρυγόνες τ᾽ ὀπισθόκεντροι καὶ μάλ᾽ ἁδροὶ κωβιοί.
Μένανδρος Ἐφεσίῳ:
ἥκω πολυτελῶς ἀγοράσας εἰς τοὺς γάμους,
λιβανωτὸν ὀβολοῦ τοῖς θεοῖς καὶ ταῖς θεαῖς
πάσαισι, τοῖς δ᾽ ἥρωσι τὰ ψαίστ᾽ ἀπονεμῶ.
ἡμῖν δὲ τοῖς θνητοῖς ἐπριάμην κωβιούς.
ὡς προσβαλεῖν δ᾽ ἐκέλευσα τὸν τοιχωρύχον,
τὸν ἰχθυοπώλην, ‘ προστίθημι, φησί, σοὶ
τὸν δῆμον αὐτῶν εἰσὶ γὰρ Φαληρικοί.’
ἄλλοι δ᾽ ἐπώλουν, ὡς ἔοικ᾽, Ὀτρυνικούς.
ποταμίων δὲ κωβιῶν μνημονεύει Δωρίων ἐν τῷ περὶ ἰχθύων. [p. 392]
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
δραχμῶν ἐτίμα κωβιούς ... σφόδρα.