μέχρι γὰρ τῶν Μακεδονικῶν χρόνων κεραμέοις σκεύεσιν οἱ δειπνοῦντες διηκονοῦντο, ὥς φησιν ὁ ἐμὸς Ἰόβας. μεταβαλόντων δ᾽ ἐπὶ τὸ πολυτελέστερον Ῥωμαίων τὴν δίαιταν κατὰ μίμησιν ἐκδιαιτηθεῖσα Κλεοπάτρα ἡ τὴν Αἰγύπτου καταλύσασα βασιλείαν τοὔνομα οὐ δυναμένη ἀλλάξαι ἀργυροῦν καὶ χρυσοῦν ἀπεκάλει κέραμον αὐτὸ κέραμά τ᾽ ἐπεδίδου τοιαῦτα ἀποφόρητα τοῖς δειπνοῦσι: καὶ τοῦτ᾽ ἦν τὸ πολυτελέστατον εἴς τε τὸν Ῥωσικὸν εὐανθέστατον ὄντα κέραμον πέντε μνᾶς ἡμερησίας ἀνήλισκεν ἡ Κλεοπάτρα. Πτολεμαῖος δ᾽ ὁ βασιλεὺς ἐν ὀγδόῳ ὑπομνημάτων περὶ Μασσανάσσου τὸν λόγον ποιούμενος τοῦ Λιβύων βασιλέως φησὶ τάδε: ‘ δεῖπνα Ῥωμαικῶς ἦν κατεσκευασμένα, κεράμῳ παντὶ χορηγούμενα ἀργυρῷ: τὰς δὲ τῶν δευτέρων τραπέζας ἐκόσμει τοῖς Ἰταλικοῖς ἐθισμοῖς: τὰ δὲ κανίσκια ἦν ἅπαντα χρυσᾶ, γεγονότα πρὸς τὰ πλεκόμενα ταῖς σχοίνοις: μουσικοῖς δὲ ἐχρῆτο Ἑλληνικοῖς.’ ’
ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος
ὁ τοῖς μαγείροις.