κυνηγεῖ οὖν ὁ καλὸς Σωκράτης ἐρωτοδιδάσκαλον ἔχων τὴν Μιλησίαν, ἀλλ᾽ οὐκ αὐτὸς θηρεύεται, ὡς ὁ Πλάτων ἔφη, λινοστατούμενος ὑπὸ Ἀλκιβιάδου. καὶ μὴν οὐ διαλείπει γε κλαίων ὡς ἄν, οἶμαι, δυσημερῶν. ἰδοῦσα γὰρ αὐτὸν ἐν οἵῳ ἦν καταστήματι Ἀσπασία φησίν
Σώκρατες, οὐκ ἔλαθές με πόθῳ δηχθεὶς φρένα τὴν
σὴν
παιδὸς Δεινομάχης καὶ Κλεινίου. ἀλλ᾽ ὑπάκουσον,
εἰ βούλει σοι ἔχειν εὖ παιδικά: μηδ᾽ ἀπιθήσῃς
ἀγγέλῳ, ἀλλὰ πιθοῦ καί σοι πολὺ βέλτιον ἔσται.
κἀγὼ ὅπως ἤκουσα, χαρᾶς ὕπο σῶμα λιπάνθη [p. 494]
ἱδρῶτι, βλεφάρων δὲ γόος πέσεν οὐκ ἀθελήτῳ.
στέλλου πλησάμενος θυμὸν Μούσης κατόχοιο,
ᾗ τόνδ᾽ αἱρήσεις, ὠσὶν δ᾽ ἐνίει ποθέουσιν.
ἀμφοῖν γὰρ φιλίας ἥδ᾽ ἀρχή τῇδε καθέξεις
αὐτόν, προσβάλλων ἀκοαῖς ὀπτήρια θυμοῦ.
ὅτι δὲ ὄντως ἤρα τοῦ Ἀλκιβιάδου δῆλον ποιεῖ Πλάτων ἐν τῷ Πρωταγόρᾳ, καίτοι μικρὸν ἀπολείποντος τῶν τριάκοντα ἐτῶν. λέγει δ᾽ οὕτως ‘ πόθεν, ὦ Σώκρατες, φαίνει; ἢ δηλαδὴ ἀπὸ κυνηγεσίου τοῦ περὶ τὴν Ἀλκιβιάδου ὥραν; καὶ μήν μοι καὶ πρώην ἰδόντι καλὸς ἐφαίνετο ὁ ἀνήρ ἔτι ἀνήρ μέντοι, ὦ Σώκρατες, ὥς γε ἐν ἡμῖν αὐτοῖς εἰρῆσθαι, καὶ πώγωνος ἤδη ὑποπιμπλάμενος . εἶτα τί δὴ τοῦτ᾽; οὐ σὺ μέντοι Ὁμήρου ἐπαινέτης εἶ, ὃς ἔφη χαριεστάτην ἥβην εἶναι τοῦ ὑπηνήτου, ἣν νῦν Ἀλκιβιάδης αὐτὸς ἔχει;’
τίπτε δεδάκρυσαι, φίλε Σώκρατες; ἦ σ᾽ ἀνακινεῖ
στέρνοις ἐνναίων σκηπτὸς πόθος ὄμμασι θραυσθεὶς
παιδὸς ἀνικήτου, τὸν ἐγὼ τιθασόν σοι ὑπέστην
ποιῆσαι;