previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

6.

αἱ δὲ γαμεταὶ ἡμῶν γυναῖκες οὔκ εἰσι τοιαῦται οἵας Εὔβουλός φησιν ἐν Στεφανοπώλισιν: [p. 16]


μὰ Δί᾽ οὐχὶ περιπεπλασμέναι ψιμυθίοις
οὐδ᾽ ὥσπερ ὑμεῖς συκαμίνῳ τὰς γνάθους
κεχριμέναι. κἂν ἐξίητε τοῦ θέρους,
ἀπὸ τῶν μὲν ὀφθαλμῶν ὑδρορρόαι δύο
ῥέουσι μέλανος, ἐκ δὲ τῶν γνάθων ἱδρὼς
ἐπὶ τὸν τράχηλον ἄλοκα μιλτώδη ποιεῖ,
ἐπὶ τῷ προσώπῳ δ᾽ αἱ τρίχες φορούμεναι
εἴξασι πολιαῖς, ἀνάπλεῳ ψιμυθίου.
Ἀναξίλας δ᾽ ἐν Νεοττίδι φησίν

ὅστις ἀνθρώπων ἑταίραν ἠγάπησε πώποτε, ,
οὗτος οὐ γένος δύναιτ᾽. ἂν παρανομώτερον φράσαι.
τὶς γὰρ δράκαιν᾽ ἄμικτος Χίμαιρα πυρπνόος
Χάρυβδις τρίκρανος Σκύλλα, ποντία κύων,
Σφίγξ, Ὕδρα, λέαιν᾽, ἔχιδνα, πτηνὰ θ᾽ Ἁρπυιῶν γένη,
εἰς ὑπερβολὴν ἀφῖκται τοῦ καταπτύστου γένους;
οὐκ ἔνεσθ᾽ : αὗται δ᾽ ἁπάντων ὑπερέχουσι τῶν κακῶν.
ἔστι δὲ σκοπεῖν ἀπ᾽ ἀρχῆς πρῶτα μὲν τὴν Πλαγγόνα,
ἥτις ὥσπερ Χίμαιρα πυρπολεῖ τοὺς βαρβάρους
εἷς μόνος δ᾽ ἱππεύς τις αὐτῆς τὸν βίον παρείλετο:
πάντα τὰ σκεύη γὰρ ἕλκων ᾤχετ᾽ ἐκ τῆς οἰκίας,
οἱ Σινώπῃ δ᾽ αὖ συνόντες οὐχ Ὕδρᾳ σύνεισι νῦν;
γραῦς μὲν αὐτή, παραπέφυκε δ᾽ Γνάθαινα πλησίον, [p. 18]
ὥστ᾽ ἀπαλλαγεῖσι ταύτης ἔστι διπλάσιον κακόν,
δὲ Νάννιον τί νυνὶ διαφέρειν Σκύλλης δοκεῖ;
οὐ δύ᾽ ἀποπνίξασ᾽ ἑταίρους τὸν τρίτον θηρεύεται
ἔτι λαβεῖν, ἀλλ᾽ ἐξέπαισε πορθμὶς ἐλατίνῳ πλάτῃ:
δὲ Φρύνη τὴν Χάρυβδιν οὐχὶ πόρρω που ποιεῖ,
τόν τε ναύκληρον λαβοῦσα καταπέπωκ᾽ αὐτῷ σκάφει.
Θεανὼ δ᾽ οὐχὶ Σειρήν ἐστιν ἀποτετιλμένη;
βλέμμα καὶ φωνὴ γυναικός, τὰ σκέλη δὲ κοψίχου.
Σφίγγα Θηβαίαν δὲ πάσας ἔστι τὰς πόρνας καλεῖν,
αἳ λαλοῦσ᾽ ἁπλῶς μὲν οὐδέν, ἀλλ᾽ ἐν αἰνιγμοῖς τισιν,
ὡς ἐρῶσι καὶ φιλοῦσι καὶ σύνεισιν ἡδέως.
εἶτατετράπους μοι γένοιτο, φησί, σκίμπους θρόνος,’
εἶτα δὴτρίπους τις,’ εἶτα, φησί, ‘ παιδίσκη δίπους.’
εἶθ᾽ μὲν γνοὺς ταῦτ᾽ ἀπῆλθεν εὐθὺς ὥσπερ Οἰδίπους,
οὐδ᾽ ἰδεῖν δόξας ἐκείνην, σῴζεται δ᾽ ἄκων μόνος,
οἱ δ᾽ ἐρᾶσθαι προσδοκῶντες εὐθὺς εἰσιν ἠρμένοι [p. 20]
καὶ φέρονθ᾽ ὑψοῦ πρὸς αἴθραν. συντεμόντι δ᾽ οὐδὲ ἓν
ἔσθ᾽ ἑταίρας ὅσα περ ἔστιν θηρί᾽ ἐξωλέστερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: