καὶ Φερεκράτης δέ φησιν:
Ἀλκιβιάδης ἐκ τῶν γυναικῶν ἐξίτω. αλκ. τί ληρεῖς;
οὐκ οἴκαδ᾽ ἐλθὼν τὴν σεαυτοῦ γυμνάσεις δάμαρτα;
ἐν Σπάρτῃ δὲ ὢν ἔφθειρε τὴν Ἄγιδος τοῦ βασιλέως γυναῖκα Τίμαιαν: ἐπιπηττόντων δ᾽ αὐτῷ τινων οὐκ ἀκρασίας ἕνεκεν συνελθεῖν ἔφη, ἀλλ᾽ ἵνα ὁ γενόμενος ἐξ αὐτοῦ βασιλεύσῃ τε τῆς Σπάρτης καὶ [p. 418] μηκέτι λέγωνται οἱ βασιλεῖς ἀφ᾽ Ἡρακλέους ἀλλ᾽ ἀπ᾽ Ἀλκιβιάδου. στρατηγῶν δὲ συμπεριήγετο αὑτῷ τήν τε Λαίδος τῆς Κορινθίας μητέρα Τιμάνδραν καὶ Θεοδότην τὴν Ἀττικὴν ἑταίραν. ’
οὐκ ὢν ἀνὴρ γὰρ Ἀλκιβιάδης, ὡς δοκεῖν,4
ἀνὴρ ἁπασῶν τῶν γυναικῶν ἐστι νῦν.