previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

“‘92. καὶ Μυρτίλος: ‘τοῦτο δὲ ποῦ εἴρηκεν Φύλαρχος; κατανέγνων γὰρ αὐτοῦ πᾶσαν τὴν Ἱστορίαν.’ εἰπόντος δ᾽ἐν τῇ τρίτῃ καὶ εἰκοστῇ,’ Μυρτίλος ἔφη: εἶτ᾽ οὐκ ἐγὼ δικαίως πάντας ὑμᾶς τοὺς φιλοσόφους μισῶ μισοφιλολόγους ὄντας; οὓς οὐ μόνον Λυσίμαχος βασιλεὺς ἐξεκήρυξε τῆς ἰδίας βασιλείας ἀπελαύνων, ὡς [p. 290] Καρύστιός φησιν ἐν Ἱστορικοῖς Ὑπομνήμασιν, ἀλλὰ καὶ Ἀθηναῖοι. Ἄλεξις γοῦν ἐν Ἱππεῖ φησίν

τοῦτ᾽ ἔστιν Ἀκαδήμεια, τοῦτο Ξενοκράτης;
πόλλ᾽ ἀγαθὰ δοῖεν οἱ θεοὶ Δημητρίῳ
καὶ τοῖς νομοθέταις, διότι τοὺς τὰς τῶν λόγων,
ὥς φασι, δυνάμεις παραδιδόντας τοῖς νέοις
ἐς κόρακας ἐρρίφασιν ἐκ τῆς Ἀττικῆς.
καὶ Σοφοκλῆς δέ τις ψηφίσματι ἐξήλασε πάντας φιλοσόφους τῆς Ἀττικῆς, καθ᾽ οὗ λόγον ἔγραψε Φίλων Ἀριστοτέλους γνώριμος, ἀπολογίαν ὑπὲρ τοῦ Σοφοκλέους Δημοχάρους πεποιηκότος τοῦ Δημοσθένους ἀνεψιοῦ. καὶ Ῥωμαῖοι δ᾽ οἱ πάντα ἄριστοι ἐξέβαλον τοὺς σοφιστὰς τῆς Ῥώμης ὡς διαφθείροντας τοὺς νέους: ἔπειτ᾽ οὐκοἶδ᾽ ὅπως κατεδέξαντο. ἐμφανίζει δ᾽ ὑμῶν καὶ τὸ ἀνόητον Ἀνάξιππος κωμῳδιοποιὸς ἐν Κεραυνουμένῳ λέγων οὕτως:

οἴμοι, φιλοσοφεῖς, ἀλλὰ τούς γε φιλοσόφους
ἐν τοῖς λόγοις φρονοῦντας εὑρίσκω μόνον,
ἐν τοῖσι δ᾽ ἔργοις ὄντας ἀνοήτους: ὁρῶ.
Εἰκότως οὖν πολλαὶ τῶν πόλεων καὶ μάλιστα Λακεδαιμονίων, ὡς Χαμαιλέων φησὶν ἐν τῷ [p. 292] περὶ Σιμωνίδου, οὐ προσίενται οὔτε ῥητορικὴν οὔτε φιλοσοφίαν διὰ τὰς ἐν τοῖς λόγοις ὑμῶν φιλοτιμίας καὶ ἔριδας καὶ τοὺς ἀκαίρους ἐλέγχους: δι᾽ οὓς Σωκράτης μὲν ἀπέθανεν πρὸς τοὺς εἰς τὰ δικαστήρια διακληρουμένους διαλεγόμενος περὶ τοῦ δικαίου κλεπτιστάτους ὄντας: ἀπέθανεν δὲ διὰ ταῦτα καὶ Θεόδωρος ἄθεος καὶ Διαγόρας ἐφυγαδεύθη:: ὅτε καὶ πλέων ναυαγίῳ ἐχρήσατο: Διότιμος δ᾽ γράψας τὰ κατ᾽ Ἐπικούρου βιβλία ὑπὸ Ζήνωνος τοῦ Ἐπικουρείου ἐξαιτηθεὶς ἀνῃρέθη, ὥς φησι Δημήτριος Μάγνης ἐν τοῖς Ὁμωνύμοις. ’”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: