κελέβῃ. τούτου τοῦ ἐκπώματος Ἀνακρέων μνημονεύει:
ἄδηλον δὲ πότερον εἶδός ἐστι ποτηρίου ἢ πᾶν ποτήριον κελέβη καλεῖται ἀπὸ τοῦ χέειν εἰς αὐτὸ τὴν λοιβὴν ἤτοι λείβειν τοῦτο δὲ ἐπὶ τοῦ ὑγροῦ συνήθως ἔταττον, ἀφ᾽ οὗ λέγεται καὶ ὁ λέβης. Σιληνὸς δὲ καὶ Κλείταρχος τοὺς Αἰολεῖς φασιν οὕτω καλεῖν τὸ ποτήριον. Πάμφιλος δὲ μόνην τὴν θερμοποτίδα καλουμένην: τὴν κελέβην εἶναι. Νίκανδρος δ᾽ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις ποιμενικὸν ἀγγεῖον μελιτηρὸν τὴν κελέβην εἶναι: καὶ γὰρ Ἀντίμαχος ὁ Κολοφώνιος ἐν πέμπτῳ Θηβαίδος φησί:
ἄγε δή, φέρ᾽ ἡμίν,9 ὦ παῖ,
κελέβην, ὅκως ἄμυστιν [p. 100]
προπίω, τὰ μὲν δέκ᾽ ἐγχέας
ὕδατος, τὰ πέντε δ᾽ οἴνου
κυάθους.
καὶ πάλιν:
κήρυκας θ᾽ ἅμα τοῖσι φέρειν μέλανος οἴνοιο
ἀσκὸν ἐνίπλειον κελέβειὸν θ᾽ ὅττι φέριστον
οἷσιν ἐνὶ μεγάροις κεῖτο μέλιτος πεπληθός.
ἀλλαχοῦ δέ φησιν:
ἀτὰρ ἀμφίθετον κελέβειον ἑλόντες
ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον ἦεν.
σαφῶς γὰρ νῦν κελέβειον ἀντὶ ἀγγείου τινὸς τέθεικε, προειπὼν ποτήρια δέπαστρα. Θεόκριτος δ᾽ ὁ Συρακόσιος ἐν ταῖς Φαρμακευτρίαις φησίν
καὶ χρύσεια δέπαστρα καὶ ἀσκηθέος κελέβειον
ἔμπλειον μέλιτος, τὸ ῥὰ οἱ προφερέστερον εἴη. [p. 102]
καὶ Εὐφορίων
στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ :
Ἀνακρέων
ἠέ ποθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ.
Διονύσιος δ᾽ ὁ Λεπτὸς ἐξηγούμενος Θεοδωρίδα τὸ εἰς τὸν Ἔρωτα μέλος τὴν κελέβην φησὶ τίθεσθαι ἐπὶ τοῦ ὀρθοῦ ποτηρίου οἷον Προυσιάδος καὶ θηρικλείου.
ᾠνοχόει δ᾽ ἀμφίπολος μελιχρὸν
οἶνον τρικύαθον κελέβην ἔχουσα.