previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

52. Μένανδρος δ᾽ ἐν τῇ Ὀργῇ περὶ φίλου λέγων οὐχ ὑπακούοντος γάμων δείπνῳ φησίν

τοῦθ᾽ ἑταῖρός ἐστιν ὄντως: οὐκ ἐρωτᾷ πηνίκα
δεῖπνόν ἐστιν, ὥσπερ ἕτεροι, καὶ τί δειπνεῖν κωλύει
τοὺς παρόντας, εἶτα δεῖπνον ἕτερον εἰς τρίτην
βλέπει,
εἶτα δ᾽ ἕτερον εἰς τρίτην βλέπει εἶτα περίδειπνον πάλιν.
καὶ Ἄλεξις ἐν Ὀρέστῃ Νικόστρατός τε ἐν Πλούτῳ Μένανδρός τε ἐν Μέθῃ καὶ ΝομοθέτῃΣ32 Φιλωνίδης τε ἐν Κοθόρνοις οὕτως:

ἐγὼ δ᾽ ἀπόσιτος ὢν τοιαῦτ᾽ οὐκ ἀνέχομαι. ',
Τῷ δὲ παράσιτος ὅμοιά ἐστιν ὀνόματα ἐπίσιτος, περὶ οὗ προείρηται, καὶ οἰκόσιτος σιτόκουρός τε καὶ αὐτόσιτος, ἔτι δὲ κακόσιτος καὶ ὀλιγόσιτος. [p. 116] μνημονεύει δὲ τοῦ μὲν οἰκοσίτου Ἀναξανδρίδης ἐν Κυνηγέταις:

υἱὸς γὰρ οἰκόσιτος ἡδὺ γίνεται.
καλεῖται δ᾽ οἰκόσιτος μὴ μισθοῦ, ἀλλὰ προῖκα τῇ πόλει ὑπηρετῶν. Ἀντιφάνης Σκύθῃ:

ταχὺ γὰρ γίνεται
ἐκκλησιαστὴς οἰκόσιτος.
Μένανδρος Δακτυλίῳ:

οἰκόσιτον νυμφίον
οὐδὲν δεόμενον προικὸς ἐξευρήκαμεν.
καὶ ἐν Κιθαριστῇ:

οὐκ οἰκοσίτους τοὺς ἀκροατὰς λαμβάνεις.
Ἐπισιτίου δὲ Κράτης Τόλμαις:

ποιμαίνει δ᾽ ἐπισίτιον, ῥιγῶν δ᾽ ἐν Μεγαβύζου
δέξετ᾽ ἐπὶ μισθῷ σῖτον.
ἰδίως δ᾽ ἐν Συναριστώσαις ἔφη:

ἀστεῖον τὸ μὴ
συνάγειν γυναῖκας μηδὲ δειπνίζειν ὄχλον,
ἀλλ᾽ οἰκοσίτους τοὺς γάμους πεποιηκέναι.
σιτοκούρου δ᾽, Ἄλεξις μνημονεύει ἐν Παννυχίδι Ἐρίθοις:

ἔσῃ περιπατῶν σιτόκουρος.
Μένανδρος δὲ τὸν ἄχρηστον καὶ μάτην τρεφόμενον σιτόκουρον εἴρηκεν ἐν Θρασυλέοντι οὕτως: [p. 118]

πάντ᾽ ὀκνηρός, πάντα μέλλων, σιτόκουρος ὁμολογῶν
παρατρέφεσθαι.
καὶ ἐν Πωλουμένοις:

οἴμοι τάλας, ἕστηκας ἔτι πρὸς ταῖς θύραις
τὸ φορτίον θείς σιτόκουρον, ἄθλιον,
ἄχρηστον εἰς τὴν οἰκίαν εἰλήφαμεν.
αὐτόσιτον δ᾽ εἴρηκε Κρώβυλος ἐν Ἀπαγχομένῳ:

παράσιτον αὐτόσιτον. αὑτὸν γοῦν τρέφων
τὰ πλεῖστα συνερανιστὸς εἶ τῷ δεσπότῃ.
κακοσίτου δὲ μέμνηται Εὔβουλος ἐν Γανυμήδει:

ὕπνος αὐτὸν ὄντα κακόσιτον τρέφει.
ὀλιγοσίτου δὲ μέμνηται Φρύνιχος ἐν Μονοτρόπῳ:

δὲ ὀλιγόσιτος Ἡρακλῆς ἐκεῖ τί δρᾷ;
καὶ Φερεκράτης Στράττις ἐν Ἀγαθοῖς:

ὡς ὀλιγόσιτος ἦσθ᾽ ἄρ᾽, ὃς κατεσθίεις
τῆς ἡμέρας μακρᾶς τριήρους σιτία.

>”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: