previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

65.

Φοίνικες. Ξενοφῶν μὲν ἐν β᾽ Ἀναβάσεώς φησινἐνῆν δὲ σῖτος πολὺς καὶ οἶνος φοινίκων [p. 518] καὶ ὄξος ἑψητὸν ἀπὸ τῶν αὐτῶν, αὐταὶ δὲ αἱ βάλανοι τῶν φοινίκων οἵας μὲν ἐν τοῖς Ἕλλησιν ἔστιν ἰδεῖν τοῖς οἰκέταις ἀπέκειντο: αἱ δὲ τοῖς δεσπόταις ἀποκείμεναι ἦσαν ἀπόλεκτοι, θαυμάσιοι: τὸ κάλλος καὶ τὸ μέγεθος, δὲ ὄψις ἠλέκτρου οὐδὲν διέφερεν τὰς δέ τινας ξηραίνοντες τραγήματα παρετίθεντο. καὶ ἦν παρὰ πότον ἡδὺ μέν, κεφαλαλγὲς δέ.’ Ἡρόδοτος δ᾽ ἐν τῇ α᾽ περὶ Βαβυλῶνος λέγων φησίνεἰσὶ δ᾽ αὐτόθι φοίνικες πεφυκότες ἀνὰ πᾶν τὸ πεδίον, οἱ πλεῦνες αὐτῶν καρποφόροι, ἐκ τῶν καὶ σιτία καὶ οἶνον καὶ μέλι ποιέονται τοὺς συκέων τρόπον θεραπεύουσιν. τῶν γὰρ φοινίκων οὓς ἔρσενας καλέουσι, τούτων τὸν καρπὸν περιδέουσι τῇσι βαλανηφόροισι τῶν φοινίκων, ἵνα τε πεπαίνῃ σφιν ψὴν τὴν βάλανον ἐνδύνων καὶ μὴ ἀπορρείῃ καρπὸς τοῦ φοίνικος, ψῆνας γὰρ δὴ φορέουσιν ἐν τῷ καρπῷ οἱ ἔρσενες καθάπερ οἱ ὄλονθοι.’ τὰ παραπλήσια τοῖς περὶ τὸν Ἡρόδοτον ἱστορεῖ περὶ τοῦ ἐν Λιβύῃ καλουμένου λωτοῦ αὐτόπτης γενόμενος Μεγαλοπολίτης Πολύβιος ἐν τῇ ιτῶν Ἱστοριῶν λέγων οὕτως: ἐστὶ δὲ τὸ δένδρον λωτὸς οὐ μέγα, τραχὺ δὲ καὶ ἀκανθῶδες, ἔχει δὲ φύλλον χλωρὸν παραπλήσιον [p. 520] τῇ ῥάμνῳ, μικρὸν βαθύτερον καὶ πλατύτερον. δὲ καρπὸς τὰς μὲν ἀρχὰς ὅμοιός ἐστιν καὶ τῇ χρόᾳ καὶ τῷ μεγέθει ταῖς λευκαῖς μυρτίσι ταῖς τετελειωμέναις, αὐξανόμενος δὲ τῷ μὲν χρώματι γίνεται φοινικοῦς, τῷ δὲ μεγέθει ταῖς γογγύλαις ἐλαίαις παραπλήσιος, πυρῆνα δὲ ἔχει τελέως μικρόν. ἐπὰν δὲ πεπανθῇ, συνάγουσι καὶ τὸν μὲν τοῖς οἰκέταις μετὰ χόνδρου κόψαντες σάττουσιν εἰς ἀγγεῖα, τὸν δὲ τοῖς ἐλευθέροις ἐξελόντες τὸν πυρῆνα συντιθέασιν ὡσαύτως καὶ σιτεύονται τοῦτον, ἐστὶ δὲ τὸ βρῶμα παραπλήσιον σύκῳ καὶ φοινικοβαλάνῳ, τῇ δὲ εὐωδίᾳ βέλτιον. γίνεται δὲ καὶ οἶνος ἐξ αὐτοῦ βρεχομένου καὶ τριβομένου δι᾽ ὕδατος, κατὰ μὲν τὴν γεῦσιν ἡδὺς καὶ ἀπολαυστικός, οἰνομέλιτι χρηστῷ παραπλήσιος, χρῶνται χωρὶς ὕδατος: οὐ δύναται δὲ πλέον δέκα μένειν ἡμερῶν καὶ ποιοῦσι κατὰ βραχὺ πρὸς τὴν χρείαν. ποιοῦσι δὲ καὶ ὄξος ἐξ αὐτοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: