λέγοντος δέ τινος τῷ Κορύδῳ ὡς τῆς αὑτοῦ γυναικὸς ἐνίοτε καὶ τὸν τράχηλον καὶ τοὺς τιτθοὺς καὶ τὸν ὀμφαλὸν φιλεῖ ' πονηρὸν ἔφη, ' τοῦτ᾽ ἤδη: καὶ γὰρ ὁ Ἡρακλῆς ἀπὸ τῆς ι Ὀμφάλης ἐπὶ τὴν Ἥβην μεταβέβηκε.' Φυρομάχου δ᾽ ἐμβαψαμένου εἰς φακῆν καὶ τὸ τρύβλιον ἀνατρέψαντος ‘ ζημιωθῆναι αὐτόν,’ ἔφη, ‘ δίκαιον, ὅτι οὐκ ἐπιστάμενος δειπνεῖν ἀπεγράψατο.’ παρὰ Πτολεμαίῳ δὲ ματτύης περιφερομένης καὶ κατ᾽ ἐκεῖνον ἀεὶ λειπούσης, [p. 106] ‘ Πτολεμαῖε,’ ἔφη, ‘ πότερον ἐγὼ μεθύω ἢ δοκεῖ μοι ταῦτα περιφέρεσθαι;’ Χαιρεφῶντος δὲ τοῦ παρασίτου φήσαντος οὐ δύνασθαι τὸν οἶνον φέρειν οὐδὲ γὰρ τὸ εἰς τὸν οἶνον, ἔφη. τοῦ δὲ Χαιρεφῶντος γυμνοῦ ἔν τινι δείπνῳ διαναστάντος ‘ Χαιρεφῶν,’ εἶπεν, ‘ ὥσπερ τὰς ληκύθους ὁρῶ σε μέχρι πόσου μεστὸς εἶ.’ καθ᾽ ὃν δὲ καιρὸν Δημοσθένης παρ᾽ Ἁρπάλου τὴν κύλικα εἰλήφει ‘ οὗτος,’ ἔφη, ‘ τοὺς ἄλλους ἀκρατοκώθωνας καλῶν αὐτὸς τὴν μεγάλην ἔσπακεν.’ εἰωθότος δ᾽ αὐτοῦ ῥυπαροὺς ἄρτους ἐπὶ τὰ δεῖπνα φέρεσθαι, ἐνεγκαμένου τινὸς ἔτι μελαντέρους, οὐκ ἄρτους ἔφη αὐτὸν ἐνηνοχέναι, ἀλλὰ τῶν ἄρτων σκιάς.
τις, ὡς ἔοικε, κιθαρῳδὸς σφόδρα
τὴν οἰκίαν μέλλων ἀνοικοδομεῖν, φίλον
αὑτοῦ λίθους ᾔτησεν ἀποδώσω δ᾽ ἐγὼ
αὐτῶν πολὺ πλείους, φησίν, ἐκ τῆς δείξεως.᾿
”