previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. Τιμοκλῆς κωμῳδιοποιὸς κατὰ πολλὰ χρησίμην εἶναι λέγων τῷ βίῳ τὴν τραγῳδίαν φησὶν ἐν Διονυσιαζούσαις :

τάν, ἄκουσον, ἤν τι σοι μέλλω λέγειν.
ἅνθρωπός ἐστι ζῷον ἐπίπονον φύσει,
καὶ πολλὰ λυπήρ᾽ βίος ἐν ἑαυτῷ φέρει. [p. 6]
παραψυχὰς οὖν φροντίδων ἀνεύρετο
ταύτας: γὰρ νοῦς τῶν ἰδίων λήθην λαβὼν
πρὸς ἀλλοτρίῳ τε ψυχαγωγηθεὶς πάθει
μεθ᾽ ἡδονῆς ἀπῆλθε παιδευθεὶς ἅμα.
τοὺς γὰρ τραγῳδοὺς πρῶτον, εἰ βούλει, σκόπει
ὡς ὠφελοῦσι πάντας. μὲν ὢν γὰρ πένης
πτωχότερον αὑτοῦ καταμαθὼν τὸν Τήλεφον
γενόμενον ἤδη τὴν πενίαν ῥᾷον φέρει,
νοσῶν δὲ μανικῶς Ἀλκμέων᾽ ἐσκέψατο:
ὀφθαλμιᾷ τις, εἰσὶ Φινεῖδαι τυφλοί,
τέθνηκέ τῳ παῖς, Νιόβη κεκούφικε.
χωλός τίς ἐστιν, τόν Φιλοκτήτην ὁρᾷ.
γέρων τις ἀτυχεῖ, κατέμαθεν τὸν Οἰνέα.
ἅπαντα γὰρ τὰ μείζον᾽ πέπονθέ τις
ἀτυχήματ᾽ ἄλλοις γεγονότ᾽ ἐννοούμενος
τὰς αὐτὸς αὑτοῦ συμφορὰς ῥᾷον φέρει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: