ὀνομάζει δὲ καὶ Ἕρμιππος ἐν Κέρκωψι φρεατιαῖον ὕδωρ οὕτως ... ὅτι δὲ καὶ χιόνα ἔπινον ἐν Μανδραγοριζομένῃ ἔφη Ἄλεξις :
καὶ γὰρ βούλομαι
ὕδατός σε γεῦσαι: πρᾶγμα δ᾽ ἔστι μοι μέγα
φρέατος ἔνδον ψυχρότερον Ἀραρότος.
Δεξικράτης δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Ὑφ᾽ ἑαυτῶν πλανώμενοί φησιν [p. 76]
εἶτ᾽ οὐ περίεργόν ἐστιν ἄνθρωπος φυτὸν
ὑπεναντιωτάτοις τε πλείστοις χρώμενον;
ἐρῶμεν ἀλλοτρίων, παρορῶμεν συγγενεῖς,
ἔχοντες οὐδὲν εὐποροῦμεν τοῖς πέλας,
ἐράνους φέροντες οὐ φέρομεν ἀλλ᾽ ἢ κακῶς,
τακτῆς τροφῆς δὲ τῆς καθ᾽ ἡμέραν πάλιν
γλιχόμεθα τὴν μὲν μᾶζαν ἵνα λευκὴ παρῇ,
ζωμὸν δὲ ταύτῃ μέλανα μηχανώμεθα,
τὸ καλόν τε χρῶμα δευσοποιῷ χρῴζομεν.
καὶ χιόνα μὲν πίνειν παρασκευάζομεν,
τὸ δ᾽ ὄψον ἂν μὴ θερμὸν ᾖ διασύρομεν.
καὶ τὸν μὲν ὀξὺν οἶνον ἐκπυτίζομεν,
ἐπὶ ταῖς ἀβυρτάκαισι δὲ ἐκβακχεύομεν.
οὐκοῦν τὸ πολλοῖς τῶν σοφῶν εἰρημένον,
τὸ μὴ γενέσθαι μὲν κράτιστὸν ἐστ᾽ ἀεί,
ἐπὰν γένηται δ᾽, ὡς τάχιστ᾽ ἔχειν τέλος.
Εὐθυκλῆς δ᾽ ἐν Ἀσώτοις ἢ Ἐπιστολῇ:
εἰ δὲ μεθύω καὶ χιόνα πίνω καὶ μύρον
ἐπίσταμ᾽ ὅτι κράτιστον Αἴγυπτος ποιεῖ.
οἶδεν δὲ καὶ ὁ καλὸς Ξενοφῶν ἐν Ἀπομνημονεύμασι τὴν διὰ χιόνος πόσιν. Χάρης δ᾽ ὁ Μιτυληναῖος ἐν ταῖς περὶ Ἀλέξανδρον ἱστορίαις καὶ ὅπως δεῖ χιόνα διαφυλάσσεσθαι εἴρηκε διηγούμενος περὶ τῆς πολιορκίας τῆς ἐν Ἰνδοῖς πόλεως Πέτρας, ὀρύξαι φάσκων τὸν Ἀλέξανδρον ὀρύγματα τριάκοντα ψυχεῖα, ἃ πληρώσαντα χιόνος παρεμβαλεῖν δρυὸς κλάδους, οὕτω γὰρ παραμένειν πλείω χρόνον τὴν χιόνα. ”
πρῶτος μὲν οἶδεν εἰ χιών ἐστ᾽ ὠνία:
πρῶτον δ᾽ ἐκεῖνον σχαδόνα δεῖ πάντως φαγεῖν.