τὴν δὲ συναυλίαν τί ποτ᾽ ἐστὶν ἐμφανίζει Σῆμος ὁ Δήλιος ἐν ε# Δηλιάδος γράφων οὕτως: ‘ ἀγνοουμένης δὲ παρὰ πολλοῖς τῆς συναυλίας, λεκτέον. ἦν τις ἀγὼν συμφωνίας ἀμοιβαῖος αὐλοῦ καὶ ῥυθμοῦ, χωρὶς λόγου τοῦ προσμελῳδοῦντος.’ ἀστείως δὲ αὐτὴν Ἀντιφάνης φανερὰν ποιεῖ ἐν τῷ Αὐλητῇ λέγων:
κοινωνεῖ γάρ, ὦ μειρακίδιον,
ἡ 'ν τοῖσιν αὐλοῖς μουσικὴ κἀν τῇ λύρᾳ
τοῖς ἡμετέροισι παιγνίοις. ὅταν γὰρ εὖ
συναρμόσῃ τις τοῖς συνοῦσι τὸν τρόπον,
τόθ᾽ ἡ μεγίστη τέρψις ἐξευρίσκεται.
‘ Λίβυν δὲ τὸν αὐλὸν προσαγορεύουσιν οἱ ποιηταί,’ φησὶ Δοῦρις ἐν β᾽ τῶν περὶ Ἀγαθοκλέα, ‘ ἐπειδὴ Σειρίτης δοκεῖ πρῶτος: εὑρεῖν τὴν αὐλητικὴν Λίβυς ἦν τῶν Νομάδων, ὃς καὶ κατηύλησεν τὰ μητρῷα πρῶτος.’ ‘ αὐλήσεων δ᾽ εἰσὶν ὀνομασίαι, ὥς φησι Τρύφων ἐν δευτέρῳ Ὀνομασιῶν, αἵδε: κῶμος, βουκολισμός, γίγγρας, τετράκωμος, ἐπίφαλλος, χορεῖος, καλλίνικος, πολεμικόν, ἡδύκωμος, σικιννοτύρβη, θυροκοπικόν τὸ δ᾽ αὐτὸ καὶ κρουσίθυρον, κνισμός, μόθων. ταῦτα δὲ πάντα μετ᾽ ὀρχήσεως ηὐλεῖτο.’ ”
ποίαν, φράσον γάρ, ηδε τὴν συναυλίαν;
β. ταύτην ἐπίστανται παρ᾽ ἀλλήλων ἔτι
μαθόντες αὐλεῖν. ὥστε τοὺς αὐλοὺς σύ τε
αὔτη τε λήψετ᾽, εἶθ᾽ ἃ μὲν σὺ τυγχάνεις
αὐλῶν πέραινε, δέξεται δὲ τἄλλα σοι
ἥδ᾽. οὗ τι κοινόν ἐστιν, οὗ χωρὶς πάλιν, [p. 330]
συννεύματ᾽, οὐ προβλήμαθ᾽, οἷς σημαίνεται
ἕκαστα.