φησι: ‘τὸ γὰρ ἐσθίειν πολλὰ καὶ κρεοφαγεῖν τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι.’ καὶ ὁ θαυμάσιος δὲ Ξενοφῶν φησιν ὡς ἡδὺ μὲν μᾶζαν καὶ κάρδαμα φαγεῖν πεινῶντι, ἡδὺ δὲ ὕδωρ ἀρυσάμενον ἐκ ποταμοῦ διψῶντα πιεῖν. Σωκράτης δὲ καὶ πολλάκις κατελαμβάνετο διαπεριπατῶν ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας καὶ πρὸς τοὺς πυνθανομένους ‘τί τηνικάδε’ ; ἔλεγεν ὄψον συνάγειν πρὸς τὸ δεῖπνον. ἡμῖν δὲ αὐτάρκης μερὶς ἣν ἂν παρ᾽ ὑμῶν [p. 218] λάβωμεν, καὶ οὐ χαλεπαίνομεν ὡς ἔλαττον φερόμενοι, καθάπερ ὁ παρὰ Ἀντικλείδῃ ῾ Ἡρακλῆς. φησὶ γὰρ οὗτος ἐν τῷ β τῶν Νόστων ' μετὰ τὸ συντελέσαι τοὺς ἄθλους Ἡρακλέα Εὐρυσθέως θυσίαν τινὰ ἐπιτελοῦντος συμπαραληφθέντα καὶ τῶν τοῦ Εὐρυσθέως υἱῶν τὰς μερίδας ἑκάστῳ παρατιθέντων, τῷ δ᾽ Ἡρακλεῖ ταπεινοτέραν παραθέντων, ὁ Ἡρακλῆς ἀτιμάζεσθαι ὑπολαβὼν ἀπέκτεινε τρεῖς τῶν παίδων Περιμήδην, Εὐρύβιον, Εὐρύπυλον οὐ τοιοῦτοι οὖν τὸν θυμὸν ἡμεῖς, εἰ καὶ πάντα ῾ Ἡρακλέους ζηλωταί.’ ”
Θεόπομπος οὖν ἐν ε Φιλιππικῶν