ὅτι δὲ καὶ τὰ ἀπὸ Καύνου τῆς Καρίας ἐπαινεῖται κοινόν. ὀξαλείων δὲ σύκων οὕτως καλουμένων μνημονεύει Ἡρακλέων ὁ Ἐφέσιος καὶ Νίκανδρος ὁ Θυατειρηνὸς παρατιθέμενοι Ἀπολλοδώρου τοῦ Καρυστίου ἐκ δράματος Προικιζομένης ἱματιοπώλιδος τάδε:
ἦλθον μακρὴν θάλασσαν οὐκ ἄγων σῦκα
Καναῖα φόρτον.
τῶν δ᾽ ἐν Πάρῳ τῇ νήσῳ—διάφορα γὰρ κἀνταῦθα γίνεται σῦκα τὰ καλούμενα παρὰ τοῖς Παρίοις αἱμώνια, ταὐτὰ ὄντα τοῖς Λυδίοις καλουμένοις, ἅπερ διὰ τὸ ἐρυθρῶδες καὶ τῆς προσηγορίας ταύτης ἔτυχεν Ἀρχίλοχος μνημονεύει λέγων οὕτως :
πλὴν τὸ γ᾽ οἰνάριον πάνυ
ἦν ὀξὺ καὶ πονηρόν, ὥστ᾽ ᾐσχυνόμην.
τὰ λοιπὰ μὲν γὰρ ὀξαλείους χωρία
συκᾶς φέρει, τοὐμὸν δὲ καὶ τὰς ἀμπέλους.
τὰ δὲ σῦκα ταῦτα τοσαύτην ἔχει παραλλαγὴν πρὸς τὰ ἀλλαχοῦ γινόμενα ὡς τὸ τοῦ ἀγρίου σῦκα κρέας πρὸς τὰ ἄλλα, τὰ μὴ τῶν ἀγρίων χοίρων κρέα. ’
ἔα Πάρον καὶ σῦκα κεῖνα καὶ θαλάσσιον βίον.