φησὶν ὁ Συρακούσιος ποιητής: οὐχ ἅμα μὲν οὖν [p. 20] πάντα παρασκευάζεσθαι δυνατόν, λέγεσθαι δὲ ῥᾴδιον. ὅτι δείπνων ἀναγραφὰς πεποίηνται ἄλλοι τε καὶ Τιμαχίδας ὁ Ῥόδιος δι᾽ ἐπῶν ἐν ἕνδεκα βιβλίοις ἢ καὶ πλείοσι καὶ Νουμήνιος ὁ Ἡρακλεώτης, ὁ Διεύχους τοῦ ἰατροῦ μαθητής, καὶ Ματρέας ὁ Πιταναῖος ὁ παρῳδὸς καὶ Ἡγήμων ὁ Θάσιος ὁ ἐπικληθεὶς Φακῆ, ὃν τῇ ἀρχαίᾳ κωμῳδίᾳ τινὲς ἐντάττουσιν. ὅτι Ἀρτεμίδωρος ὁ Ψευδαριστοφάνειος ὀψαρτυτικὰς λέξεις συνήγαγε. τοῦ Φιλοξένου δὲ τοῦ Λευκαδίου Δείπνου Πλάτων ὁ κωμῳδιοποιὸς μέμνηται:
τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι,
εἶτα μετὰ μικρὸν
α. ἐγὼ δ᾽ ἐνθάδ᾽ ἐν τῇ ἐρημίᾳ
τουτὶ διελθεῖν βούλομαι τὸ βιβλίον πρὸς
ἐμαυτόν. β. ἐστὶ δ᾽, ἀντιβολῶ σε, τοῦτο τί;
α. Φιλοξένου καινή τις ὀψαρτυσία.
β. ἐπίδειξον αὐτὴν ἥτις ἔστ᾽. α. ἄκουε δή. ‘
ἄρξομαι ἐκ βολβοῖο, τελευτήσω δ᾽ ἐπὶ θύννον.’
β. ἐπὶ θύννον, :
οὐκοῦν τῆς τελευτῆς πολὺ
κράτιστον ἐνταυθὶ τετάχθαι τάξεως.
α. βολβοὺς μὲν σποδιᾷ δαμάσας καταχύσματι δεύσας ὡς
πλείστους διάτρωγε: τὸ γὰρ δέμας ἀνέρος ὀρθοῖ. καὶ τάδε μὲν δὴ ταῦτα: θαλάσσης δ᾽ ἐς τέκν᾽ ἄνειμι.
καὶ μετ᾽ ὀλίγα:
οὐδὲ λοπὰς κακόν ἐστιν ἀτὰρ τὸ τάγηνον ἄμεινον, οἶμαι. [p. 22]
ὀρφὼν αἰολίαν συνόδοντά τε καρχαρίαν τε μὴ τέμνειν, μή σοι νέμεσις θεόθεν καταπνεύσῃ, ἀλλ᾽ ὅλον ὀπτήσας παράθες: πολλὸν γὰρ ἄμεινον. πουλύποδος πλεκτὴ δ᾽ , ἂν πιλήσῃς κατὰ καιρόν, ἑφθὴ τῆς ὀπτῆς, ἢν ᾖ μείζων, πολὺ κρείττων: ἢν ὀπταὶ δὲ δύ᾽ ὦσ᾽, ἑφθῇ κλαίειν ἀγορεύω. τρίγλη δ᾽ οὐκ ἐθέλει νεύρων ἐπιήρανος εἶναι: παρθένου Ἀρτέμιδος γὰρ ἔφυ καὶ στύματα μισεῖ. σκορπίος αὖ — β. παίσειὲ γέ σου τὸν πρωκτὸν ὑπελθών.