previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

‘‘63.

κοχλίας. Φιλύλλιος:
οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, γύναι.
καὶ πάλιν

μαινίδες ... , σκόμβροι, κοχλίαι, κορακῖνοι.
Ἡσίοδος δὲ τὸν κοχλίαν φερέοικον καλεῖ. καὶ Ἀναξίλας δέ:

ἀπιστότερος τῶν κοχλιῶν πολλῷ πάνυ,
οἳ περιφέρουσ᾽ ὑπ᾽ ἀπιστίας τὰς οἰκίας. '
Ἀχαιός :

τοσούσδ᾽ Αἴτνη τρέφει
κοχλίας κεράστας;
προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον περὶ τῶν κοχλιῶν οὕτως:

ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.
Ἀριστοτέλης δὲ ἐν ε᾽ περὶ ζῴων μορίων φησὶνοἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ μετοπώρῳ καὶ τοῦ ἔαρος: μόνοι τε οὗτοι τῶν ὀστρακοδέρμων συνδυαζόμενοι ὤφθησαν.’ Θεόφραστος δὲ ἐν τῷ περὶ φωλευόντωνοἱ κοχλίαι,’ φησί, ‘ φωλεύουσι μὲν καὶ τοῦ χειμῶνος, μᾶλλον δὲ τοῦ θέρους, διὸ καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν. δὲ φωλεία τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων.’ λέγονται δέ τινες τῶν κοχλιῶν καὶ σέσιλοι. Ἐπίχαρμος :

τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι,
κόγχων δὲ τὸν σέσιλον. β. ἄπαγ᾽ ἐς τὸν φθόρον. [p. 276]
Ἀπολλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν κοχλίαν λέγειν. Ἀπολλόδωρος δὲ ἐν β᾽ ἐτυμολογιῶν τῶν κοχλιῶν φησί τινας καλεῖσθαι κωλυσιδείπνους. ’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: