καὶ ὅλον τὸν ἰχθὺν ἀναλῶσαι. βίων δὲ προαρπάσαντός τινος τὰ ἐπάνω τοῦ ἰχθύος στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρε καὶ δαψιλῶς φαγὼν ἐπεῖπεν:
τὰ δ᾽ ἀντιτείνοντ᾽ αὐτόπρεμν᾽ ἀπόλλυται,
Θεόκριτος δ᾽ ὁ Χῖος τελευτησάσης τῆς γυναικὸς Διοκλεῖ τῷ ὀψοφάγῳ, ἐπειδὴ ποιῶν αὐτῇ τὸ περίδειπνον πάλιν ὠψοφάγει κλαίων ἅμα, 'παῦσαι φησί, κλαίων, ὦ πόνηρε: οὐδὲν γὰρ πλέον ὀψοφαγῶν ποιήσεις τοῦ δ᾽ αὐτοῦ καὶ τὸν ἀγρὸν καταβεβρωκότος εἰς ὀψοφαγίαν, ἐπειδὴ θερμόν ποτε καταβροχθίσας ἰχθὺν ἔφησε τὸν οὐρανὸν [p. 60] κατακεκαῦσθαι, ' λοιπόν, ' ἔφησεν, ' ἐστίν, ' ὁ Θεόκριτος, : σοι καὶ τὴν θάλασσαν ἐκπιεῖν, καὶ ἔσῃ τρία τὰ μέγιστα ἠφανικώς, γῆν καὶ θάλατταν καὶ οὐρανόν Κλέαρχος δ᾽ ἐν τοῖς περὶ βίων φίλιχθύν τινα ἀναγράφων φησὶν οὕτως: ' Τέχνων ὁ παλαιὸς αὐλητὴς Χάρμου τοῦ αὐλητοῦ τελευτήσαντος ἦν δὲ φίλιχθυς ἀποπυρίδας ἐπὶ τοῦ μνήματος ἐνήγιζεν αὐτῷ.` καὶ Ἄλεξις δ᾽ ὁ ποιητὴς ἦν ὀψοφάγος, ὡς ὁ Σάμιός φησι Λυγκεύς: καὶ σκωπτόμενος ὑπό τινων σπερμολόγων εἰς ὀψοφαγίαν ἐρομένων τε ἐκείνων τί ἂν ἥδιστα φάγοι, ὁ Ἄλεξις ' σπερμολόγους ἔφη, ' πεφρυγμένους.'
Ἰνὼ δὲ τἀπὶ θάτερ᾽ ἐξειργάζετο.
”