This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘58. Ἐπικράτης δ᾽ ὁ Ἀθηναῖος πρὸς βασιλέα πρεσβεύσας,
ὥς φησιν Ἡγήσανδρος, καὶ πολλὰ δῶρα παρ᾽ ἐκείνου λαβὼν οὐκ ᾐσχύνετο κολακεύων οὕτως φανερῶς καὶ τολμηρῶς τὸν βασιλέα ὡς καὶ εἰπεῖν δεῖν κατ᾽ ἐνιαυτὸν οὐκ ἐννέα ἄρχοντας, ἀλλ᾽ ἐννέα πρέσβεις αἱρεῖσθαι πρὸς βασιλέα, θαυμάζω δὲ ἔγωγε τῶν Ἀθηναίων πῶς τοῦτον μὲν ἄκριτον εἴασαν, Δημάδην δὲ δέκα ταλάντοις ἐζημίωσαν ὅτι
[p. 132] θεὸν εἰσηγήσατο Ἀλέξανδρον, καὶ Τιμαγόραν δ᾽ ἀπέκτειναν ὅτι πρεσβεύων ὡς βασιλέα προσεκύνησεν
αὐτόν. Τίμων ὁ Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος Ἀντιγόνου τοῦ βασιλέως. Φύλαρχος δὲ ἐν σ᾽ἱστοριῶν’ Νικησίαν φησὶ τὸν Ἀλεξάνδρου κόλακα θεασάμενον τὸν βασιλέα σπαρασσόμενον ὑφ᾽ οὗ εἰλήφει φαρμάκου εἰπεῖν ‘ὦ βασιλεῦ, τί δεῖ ποιεῖν ἡμᾶς, ὅτε καὶ ὑμεῖς οἱ θεοὶ τοιαῦτα πάσχετε;’ καὶ τὸν Ἀλέξανδρον μόλις ἀναβλέψαντα, ‘ποῖοι θεοί;’ φῆσαι, ‘φοβοῦμαι
μή τι θεοῖσιν ἐχθροί.’ ἐν δὲ τῇ ὀγδόῃ καὶ εἰκοστῇ ὁ αὐτὸς Φύλαρχος Ἀντιγόνου τοῦ κληθέντος Ἐπιτρόπου τοὺς Λακεδαιμονίους ἑλόντος κόλακα γενέσθαι Ἀπολλοφάνη τὸν εἰπόντα τὴν Ἀντιγόνου τύχην ἀλεξανδρίζειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.