Κρατῖνος ἐν Νεμέσει: τὸ δὲ κοττάβιον προθέντα συμποτικοῖσι νόμοις τοῖς ἐπινέουσιν ὀξυβάφοισιν ἐμβάλλειν ποτόν, τῷ δὲ βαλόντι πλεῖστανέμειν τύχης τόδ᾽ ἆθλον. Ἀριστοφάνης Δαιταλεῦσιν [p. 78] ‘ἔγνωκ᾽ : ἐγὼ δὲ χαλκίον ῾τοῦτ᾽ ἐστὶν κοττάβειον ἱστάναἰ καὶ μυρρίνας.’ Ἕρμιππος Μοίραις:
ἡ Μανία, φέρ᾽ ὀξύβαφα καὶ κανθάρους
καὶ τὸν ποδανιπτῆρ᾽, ἐγχέασα θὔδατος.
Ἀχαιὸς δ᾽ ἐν Λίνῳ περὶ τῶν Σατύρων λέγων φησὶν
χλανίδες δ᾽ οὖλαι καταβέβληνται,
θώρακα δ᾽ ἅπας ἐμπερονᾶται,
κνημὶς δὲ περὶ σφυρὸν ἀρθροῦται,2
βλαύτης δ᾽ οὐδεὶς ἔτ᾽ ἔρως λευκῆς,
ῥάβδον δ᾽ ὄψει τὴν κοτταβικὴν
ἐν τοῖς ἀχύροισι κυλινδομένην,
μάνης δ᾽ οὐδὲν λατάγων ἀίει:
τὴν δὲ τάλαιναν πλάστιγγ᾽ ἂν ἴδοις
παρὰ τὸν στροφέα τῆς κηπαίας
ἐν τοῖσι κορήμασιν οὖσαν.
τοῦτο δὲ ‘λέγοντες’ παρ᾽ ὅσον τῶν ἐρωμένων ἐμέμνηντο ἀφιέντες ἐπ᾽ αὐτοῖς τοὺς λεγομένους κοσσάβους, διὸ καὶ Σοφοκλῆς ἐν Ἰνάχῳ Ἀφροδισίαν εἴρηκε τὴν λάταγα:
ῥιπτοῦντες, ἐκβάλλοντες, ἀγνύντες, τί μ᾽ οὐ
λέγοντες; “ὦ κάλλιστον Ἡρακλεῖ λάταξ.”
καὶ Εὐριπίδης ἐν Πλεισθένει: [p. 80]
ξανθὴ δ᾽ Ἀφροδισία λάταξ
πᾶσιν ἐπεκτύπει δόμοις.
καὶ Καλλίμαχος δέ φησι:
πολὺς δὲ κοσσάβων ἀραγμὸς Κύπριδος
προσῳδὸν ἀχεῖ μέλος ἐν δόμοισιν.
πολλοὶ καὶ φιλέοντες Ἀκόντιον ἧκαν ἔραζε
οἰνοπόται Σικελὰς ἐκ κυλίκων λάταγας,