μικρὸν δὲ αὐτὸ εἶπε διὰ τὸ μὴ μέγα εἶναι φυτόν. Ἄλεξις δ᾽ ἐν Ὀλυνθίῳ Φρυγίων σύκων μνημονεύων φησί
συκᾶς φυτεύω, πάντα πλὴν Λακωνικῆς:
τοῦτο γὰρ τὸ σῦκον ἐχθρόν ἐστι καὶ τυραννικόν.
οὐ γὰρ ἦν ἂν μικρόν, εἰ μὴ μισόδημον ἦν σφόδρα,
. τῶν δὲ καλουμένων φιβάλεων σύκων πολλοὶ μὲν μέμνηνται τῶν κωμῳδιοποιῶν ἀτὰρ καὶ Φερεκράτης ἐν Κραπατάλλοις:
τό τε θειοφανὲς μητρῷον ἐμοὶ
μελέδημ᾽ ἰσχάς,
Φρυγίας εὑρήματα συκῆς
Τηλεκλείδης δ᾽ ἐν Ἀμφικτύοσι:
ὦ δαιμόνιε, πύρεττε μηδὲν φροντίσας
καὶ τῶν φιβάλεων τρῶγε σύκων τοῦ θέρους
κἀμπιμπλάμενος κάθευδε τῆς μεσημβρίας:
κᾆτα σφακέλιζε καὶ πέπρησο καὶ βόα.
καὶ τὰς μυρρίνας δὲ φιβαλέας λέγουσιν, ὡς Ἀπολλοφάνης ἐν Κρησί:
ὡς καλοὶ καὶ φιβάλεῳ.
χελιδονείων δὲ σύκων μνημονεύει Ἐπιγένης ἐν Βακχίῳ,
πρώτιστα δὲ
τῶν μυρρινῶν ἐπὶ τὴν τράπεζαν βούλομαι,
ἃς διαμασῶμ᾽ ὅταν τι βουλεύειν δέῃ,
τὰς φιβάλεως δὲ πάνυ καλὰς στεφανωτρίδας ...
[p. 326]Ἀνδροτίων δὲ ἢ Φίλιππος ἢ ῾ Ἡγήμων ἐν τῷ Γεωργικῷ γένη συκῶν τάδε ἀναγράφει οὕτως: ‘ἐν μὲν οὖν τῷ πεδίῳ φυτεύειν χρὴ χελιδόνεων, ἐρινεών, λευκερινεών, φιβάλεων ὀπωροβασιλίδας δὲ πανταχοῦ, ἔχει γάρ τι χρήσιμον ἕκαστον τὸ γένος: ἐπὶ δὲ τὸ πλεῖστον αἱ κόλουροι καὶ φορμύνιοι καὶ δίφοροι καὶ Μεγαρικαὶ καὶ Λακωνικαὶ συμφέρουσιν, ἐὰν ἔχωσιν ὕδωρ.’ ’
εἶτ᾽ ἔρχεται
χελιδονείων μετ᾽ ὀλίγον σκληρῶν ἁδρὸς
πινακίσκος.