previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

52. σπάρος δὲ δριμύς, ἁπαλόσαρκος, ἄβρωμος, εὐστόμαχος, οὐρητικός, ἑφθὸς μὲν [p. 110] οὐκ ἄπεπτος, ταγηνιστὸς δὲ δύσπεπτος. τρίγλη εὐστόμαχος, παραστύφουσα, σκληρόσαρκος, δύσφθαρτος, ἐφεκτικὴ κοιλίας καὶ μάλιστα ἐξ ἀνθράκων δὲ ἀπὸ τηγάνου βαρεῖα καὶ δύσπεπτος, κοινῶς δὲ πᾶσα αἵματος ἐκκριτική. συνόδους καὶ χάραξ τοῦ μὲν αὐτοῦ γένους εἰσί, διαφέρει δ᾽ χάραξ. φάγρος γίνεται μὲν καὶ ποτάμιος, καλλίων δ᾽ ἐστὶν θαλάττιος. καπρίσκος καλεῖται μὲν καὶ μῦς, βρωμώδης δ᾽ ἐστὶ καὶ σκληρός, κιθάρου δ᾽ ἐστὶ δυσπεπτότερος: δέρμα δ᾽ ἔχει εὔστομον. ῥαφὶς βελόνη καλεῖται δὲ καὶ ἀβλεννής δύσπεπτος, ὑγρός, εὐκοίλιος. θρίσσα καὶ τὰ ὁμογενῆ, χαλκὶς καὶ ἐρίτιμος, εὐανάδοτα. κεστρεὺς δὲ γίνεται μὲν καὶ θαλάσσιος καὶ λιμναῖος καὶ ποτάμιος, οὗτος δέ, φησί, καλεῖται καὶ ὀξύρυγχος , κορακῖνος δ᾽ ἐκ τοῦ Νείλου: ἥττων δ᾽ μέλας τοῦ λευκοῦ καὶ ἑφθὸς τοῦ ὀπτοῦ: οὗτος γὰρ καὶ εὐστόμαχος καὶ εὐκοίλιος. σάλπη σκληρά, ἄστομος: κρείσσων δ᾽ ἐν Ἀλεξανδρείᾳ καὶ τῷ φθινοπώρῳ γινομένηὑγρόν τι γὰρ καὶ λευκόν, ἔτι δὲ καὶ ἄβρωμον ἀνίησιν. γρύλλος ὅμοιος μὲν ἐστιν ἐγχέλει, ἄστομος δέ. δ᾽ ἱέραξ σκληροσαρκότερος μὲν κόκκυγος, τοῖς δ᾽ ἄλλοις ὅμοιος: καὶ κόραξ ἱέρακος σκληρότερος, οὐρανοσκόπος δὲ καὶ ἁγνὸς καλούμενος καὶ καλλιώνυμος βαρεῖς, βῶξ δὲ ἑφθὸς εὔπεπτος, [p. 112] εὐανάδοτος, ὑγρὸν ἀνιείς, εὐκοίλιος: δ᾽ ἀπ᾽ ἀνθράκων γλυκύτερος καὶ ἁπαλώτερος. βάκχος εὔχυλος, πολύχυλος, εὔτροφος, τράγος οὐκ εὔχυλος, ἄπεπτος, βρωμώδης. ψῆττα, βούγλωσσοι εὔτροφοι καὶ ἡδεῖαι. τούτοις ἀναλογεῖ καὶ ῥόμβος. λευκίσκοι, κέφαλοι, κεστρεῖς, μυξῖνοι, χελλῶνες ὅμοιοί εἰσι κατὰ τὴν προσφοράν, τοῦ δὲ κεφάλου καταδεέστερός ἐστιν κεστρεύς, ἥσσων δὲ μυξῖνος, τελευταῖος χελλών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: