καλός γε ὁ τῶν Κορινθίων σοφιστής, ὁ τοῖς μαθηταῖς διηγούμενος ὅτι Ὤκιμον ἑταίρας ὄνομα. καὶ ἄλλα δὲ πολλά, ὦναιδές, δράματα ἀπὸ ἑταιρῶν ἔσχε τὰς ἐπιγραφάς, Θάλαττα Διοκλέους, Φερεκράτους Κοριαννώ, Εὐνίκου ἢ Φιλυλλίου Ἄντεια, Μενάνδρου δὲ Θαὶς καὶ Φάνιον, Ἀλέξιδος Ὀπώρα, Εὐβούλου Κλεψύδρα. οὕτω δ᾽ ἐκλήθη αὕτη ἡ ἑταίρα, ἐπειδὴ πρὸς κλεψύδραν συνουσίαζεν ἕως κενωθείη, ὡς Ἀσκληπιάδης εἴρηκεν ὁ τοῦ Ἀρείου ἐν τῷ περὶ Δημητρίου τοῦ Φαληρέως συγγράμματι, τὸ κύριον αὐτῆς ὄνομα φάσκων εἶναι Μητίχην.
Κόρινθον ἦλθον. ἡδέως ἐνταῦθά πως
λάχανόν τι τρώγων : Ὤκιμον διεφθάρην
κἀνταῦθα κατελήρησα τὴν ἐξωμίδα.