previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16. Πρίαμος δὲ παρὰ τῷ ποιητῇ καὶ ὀνειδίζει τοῖς υἱοῖς ἀναλίσκουσι τὰ μὴ νενομισμένα:

ἀρνῶν ἠδ᾽ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
Φιλόχορος δὲ ἱστορεῖ καὶ κεκωλῦσθαι Ἀθήνησιν ἀπέκτου ἀρνὸς μηδένα γεύεσθαι, ἐπιλιπούσης ποτὲ τῆς τῶν ζῴων τούτων γενέσεως. Ἑλλήσποντον δὲ Ὅμηρος ἰχθυόεντα προσαγορεύων καὶ τοὺς Φαίακας πλωτικωτάτους ποιῶν καὶ ἐν τῇ Ἰθάκῃ εἰδὼς λιμένας πλείους καὶ νήσους προσεχεῖς πολλάς, ἐν αἷς ἰχθύων ἐγίνετο πλῆθος καὶ ἀγρίων ὀρνίθων, καὶ εἰς εὐδαιμονίαν δὲ καταριθμῶν τὸ τὴν θάλασσαν ἰχθῦς παρέχειν, ὅμως τούτων οὐδὲν οὐδένα ποιεῖ προσφερόμενον καὶ μὴν οὐδ᾽ ὀπώραν παρατίθησί τινι καίπερ οὖσαν πολλὴν καὶ ἥδιστα ταύτης μνημονεύων καὶ πάντα χρόνον παρασκευάζων ἀθάνατον: ὄγχνη γάρ, φησίν, ἐπ᾽ ὄγχνῃ καὶ τὰ ἑξῆς. ἀλλὰ μὴν οὐδὲ στεφανουμένους οὐδὲ μυρουμένους ποιεῖ ὥσπερ οὐδὲ θυμιῶντας, ἀλλὰ πάντων τούτων [p. 42] ἀπολυομένους τοὺς ἀνθρώπους εἰς ἐλευθερίαν καὶ αὐτάρκειαν ἐξαιρεῖται τοὺς πρώτους. καὶ θεοῖς δὲ ἁπλῆν ἀποδίδωσι δίαιταν νέκταρ καὶ ἀμβροσίαν. καὶ τοὺς ἀνθρώπους δὲ ποιεῖ τιμῶντας αὐτοὺς ἀπὸ τῆς διαίτης, ἀφελὼν λιβανωτὸν καὶ σμύρναν καὶ στεφάνους καὶ τὴν περὶ ταῦτα τρυφήν. καὶ τῆς ἁπλῆς δὲ ταύτης διαίτης οὐκ ἀπλήστως ἀπολαύοντας παρίστησιν, ἀλλ᾽ ὡς οἱ κράτιστοι τῶν ἰατρῶν ἀφαιρεῖ τὰς πλησμονάς,

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο:
καὶ τὴν ἐπιθυμίαν πληρώσαντες καὶ ἐξώρμων ἐπὶ;μελέτην ἀθλητικὴν δίσκοισι τερπόμενοι καὶ αἰγανέαις τῇ παιδιᾷ τὰ πρὸς σπουδὴν ἐκμελετῶντες: οἱ δὲ κιθαρῳδῶν ἠκροῶντο τὰς ἡρωικὰς πράξεις ἐν μέλει καὶ ῥυθμῷ ποιούντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (3 total)
  • Cross-references to this page (3):
    • A Dictionary of Greek and Roman Antiquities (1890), CERVE´SIA
    • William Watson Goodwin, Syntax of the Moods and Tenses of the Greek Verb, Chapter IV
    • Smith's Bio, Hermes
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: