Φιλύλλιος:
καπυρὰ τρώγων κάρυ᾽, ἀμυγδάλας.
Ἡρακλέων δέ φησιν ὁ Ἐφέσιος: ‘ κάρυα ἐκάλουν καὶ τὰς ἀμυγδάλας καὶ τὰ νῦν καστάνεια.’ τὸ δὲ δένδρον καρύα παρὰ Σοφοκλεῖ:
ᾠά, κάρυ᾽, ἀμυγδάλαι.
Εὔβουλος: ‘ φηγούς, κάρυα Καρύστια.’ καλεῖται δέ τινα καὶ μόστηνα κάρυα.
καρύαι μελίαι τε.