previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. Θεόφραστος δ᾽ ἐν τῷ περὶ φυτῶν οὕτω γράφει: ‘ κύαμος ἐν Αἰγύπτῳ φύεται μὲν ἐν ἕλεσι καὶ λίμναις. καυλὸς δ᾽ αὐτοῦ μῆκος μὲν μακρότατος εἰς δ πήχεις, πάχος δὲ δακτυλιαῖος, ὅμοιος καλάμῳ μαλακῷ ἀγονάτῳ: διαφύσεις δ᾽ ἔνδοθεν ἔχει δι᾽ ὅλου διειλημμένας ὁμοίας τοῖς κηρίοις. ἐπὶ τούτῳ δ᾽ κωδύα καὶ τὸ ἄνθος διπλάσιον μήκωνος: χρῶμα δ᾽ ὅμοιον ῥόδῳ κατακορές. παραφύεται [p. 316] δὲ φύλλα μεγάλα: δὲ ῥίζα παχυτέρα καλάμου τοῦ παχυτάτου καὶ διαφύσεις ὁμοίας ἔχουσα τῷ καυλῷ. ἐσθίουσι δ᾽ αὐτὴν καὶ ἑφθὴν καὶ ὠμὴν καὶ ὀπτήν, καὶ οἱ περὶ τὰ ἕλη τούτῳ σίτῳ χρῶνται. γίνεται δὲ καὶ ἐν Συρίᾳ καὶ κατὰ Κιλικίαν, ἀλλ᾽ οὐκ ἐκπέττουσιν αἱ χῶραι: καὶ περὶ Τορώνην τῆς Χαλκιδικῆς ἐν λίμνῃ τινὶ μετρίᾳ τῷ μεγέθει, καὶ αὕτη πέττεται καὶ τελεοκαρπεῖ.’ Δίφιλος δὲ Σίφνιός φησιν τοῦ κυάμου τοῦ Αἰγυπτίου ῥίζα, ἥτις λέγεται κολοκάσιον, εὔστομὸς τέ ἐστι καὶ τρόφιμος, δυσέκκριτος δὲ διὰ τὸ παραστύφειν κρεῖττον δ᾽ ἐστὶ τὸ ἥκιστα ἐριῶδες. οἱ δὲ γινόμενοι, φησί, κύαμοι ἐκ τῶν κιβωρίων χλωροὶ μέν εἰσι δύσπεπτοι, ὀλιγότροφοι, διαχωρητικοί, πνευματικώτατοι, ξηρανθέντες δὲ ἧττον πνευματοῦσι.’ γίνεται δὲ ὄντως ἐκ τῶν κιβωρίων καὶ ἄνθος στεφανωτικόν. καλοῦσι δ᾽ Αἰγύπτιοι μὲν αὐτὸ λωτόν, Ναυκρατῖται δὲ οἱ ἐμοί, λέγει οὗτος Ἀθήναιος, μελίλωτον ἀφ᾽ οὗ καὶ μελιλώτινοι στέφανοι πάνυ εὐώδεις καὶ καύσωνος ὥρᾳ ψυκτικώτατοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: