καὶ Ἐπίχαρμος δ᾽ ἐν Σειρῆσιν
ὅτε δ᾽ ἦσθες ἀμίας παχείας.
Ἀριστοτέλης δὲ παρετυμολογῶν αὐτῆς τοὔνομά φησιν ὠνομάσθαι παρὰ τὸ ἅμα ἰέναι ταῖς παραπλησίαις ἐστὶ γὰρ συναγελαστική. Ἱκέσιος δ᾽ ἐν τοῖς περὶ ὕλης εὐχύλους μὲν αὐτὰς εἶναι καὶ ἁπαλάς, πρὸς δὲ τὰς ἐκκρίσεις μέσας, ἧσσον δὲ τροφίμους,
πρωὶ μὲν γ᾽ ἀτενὲς ἀπ᾽ ἀοῦς ἀφύας ἀπεπυρίζομες
στρογγύλας καὶ δελφακίνας ὀπτὰ κρέα καὶ πωλύπους,
καὶ γλυκὺν γ᾽ ἐπ᾽ ὦν ἐπίομες οἶνον. β. οἰβοιβοῖ
τάλας.
α. περὶ γα μὰν αἴκλου τί κὰ τις καὶ λέγοι. β. φοῦ
τῶν κακῶν.
α. ὅκα παρῇ τρίγλα τε μία παχῆα κἀμίαι δύο
διατετμαμέναι μέσαι φάσσαι τε τοσσαῦται παρῆν
σκορπίοι τε.
”