previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

75. Ἐπίχαρμος δ᾽ ἐν Ἥβης γάμῳ κἀν Μούσαιςτοῦτο δὲ τὸ δρᾶμα διασκευή ἐστι τοῦ προκειμένουἄρτων ἐκτίθεται γένη κριβανίτην, ὅμωρον, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην, ἡμιάρτιον. ὧν καὶ Σώφρων ἐν γυναικείοις μίμοις μνημονεύει λέγων οὕτως: ι ' δεῖπνον ταῖς θεαῖς,1 κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον Ἑκάτᾳ.' οἶδα δ᾽, ἄνδρες φίλοι, ὅτι Ἀττικοὶ μὲν διὰ τοῦ ρ στοιχείου λέγουσι καὶ κρίβανον καὶ κριβανίτην. Ἡρόδοτος δ᾽ ἐν δευτέρᾳ τῶν ἱστοριῶν ἔφη: ‘κλιβάνῳ διαφανεῖ.’ καὶ Σώφρων δὲ ἔφη: ‘τίς σταιτίτας κλιβανίτας ἡμιάρτια πέσσει;’ δ᾽ αὐτὸς μνημονεύει καὶ Πλακίτα τινὸς ἄρτου ἐν γυναικείοις: 'εἰς νύκτα μ᾽ ἑστιάσειν ἄρτῳ πλακίτᾳ.' καὶ τυρῶντος δ᾽ ἄρτου μνημονεύει Σώφρων ἐν τῇ ἐπιγραφομένῃ Πενθερᾷ οὕτως Σ32 ‘συμβουλεύω τ᾽ ἐμφαγεῖν ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε.'’ Νίκανδρος δ᾽ Κολοφώνιος ἐν ταῖς Γλώσσαις τὸν ἄζυμον ἄρτον καλεῖ δάρατον. Πλάτων δ᾽ [p. 20] κωμῳδιοποιὸς ἐν Νυκτὶ μακρᾷ τοὺς μεγάλους ἄρτους καὶ ῥυπαροὺς Κιλικίους ὀνομάζει διὰ τούτων

κἆθ᾽ ἧκεν ἄρτους πριάμενος
μὴ τῶν καθαρύλλων, ἀλλὰ μεγάλους Κιλικίους.
ἐν δὲ τῷ Μενελάῳ ἐπιγραφομένῳ ἀγελαίους τινὰς ἄρτους καλεῖ, αὐτοπύρου δ᾽ ἄρτου μέμνηται Ἄλεξις ἐν Κυπρίῳ:

τὸν δ᾽ αὐτόπυρον ἄρτον ἀρτίως φαγών.
Φρύνιχος δ᾽ ἐν Ποαστρίαις αὐτοπυρίτας αὐτοὺς καλῶν φησιν

αὐτοπυρίταισὶ τ᾽ ἄρτοις καὶ λιπῶσι στεμφύλοις.
ὀρίνδου δ᾽ ἄρτου μέμνηται Σοφοκλῆς ἐν Τριπτολέμῳ ἤτοι τοῦ ἐξ ὀρύζης γινομένου ἀπὸ τοῦ ἐν Αἰθιοπίᾳ γιγνομένου σπέρματος, ἐστιν ὅμοιον σησάμῳ. κολλάβου δ᾽ ἄρτου Ἀριστοφάνης ἐν Ταγηνισταῖς:

λαμβάνετε κόλλαβον ἕκαστος.
καὶ πάλιν

δέλφακος ὀπωρινῆς
ἠτριαίαν φέρετε δεῦρο μετὰ κολλάβων
χλιαρῶν.
γίνονται δ᾽ οἱ ἄρτοι οὗτοι ἐκ νέου πυροῦ, ὡς Φιλύλλιος ἐν Αὔγῃ παρίστησιν :

αὐτὸς φέρων πάρειμι πυρῶν ἐκγόνους τριμήνων
γαλακτοχρῶτας κολλάβους θερμούς.
μακωνίδων δ᾽ ἄρτων μνημονεύει Ἀλκμὰν ἐν τῷ ε᾽ οὕτως [p. 22]

κλῖναι μὲν ἑπτὰ καὶ τόσαι τράπεσδαι
μακωνίδων ἄρτων ἐπιστέφοισαι
λίνω τε σασάμω τε κἠν πελίχναις
πεδεσσι χρυσοκόλλα
, ἐστὶ βρωμάτιον διὰ μέλιτος καὶ λίνου.

τοῦ δὲ κολλύρας καλουμένου ἄρτου Ἀριστοφάνης ἐν Εἰρήνῃ:


κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐπ᾽ αὐτῇ.
καὶ ἐν Ὁλκάσι:

καὶ κολλύραν τοῖσι γέρουσιν διὰ τοὐν Μαραθῶνι τρόπαιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: