ἐκαλεῖτο δὲ κότταβος καὶ τὸ ἄγγος εἰς ὃ ἔβαλλον τὰς λάταγας, ὡς Κρατῖνος ἐν Νεμέσει δείκνυσιν: ὅτι δὲ καὶ χαλκοῦν ἦν, Εὔπολις ἐν Βάπταις λέγει : ‘ χαλκῷ περὶ κοττάβῳ.’ Πλάτων δὲ ἐν Διὶ Κακουμένῳ παιδιᾶς εἶδος παροίνιον τὸν κότταβον εἶναι ἀποδίδωσιν, ἐν ᾗ ἐξίσταντο καὶ τῶν σκευαρίων οἱ δυσκυβοῦντες. λέγει δ᾽ οὕτως::
πυκνοῖς δ᾽ ἔβαλλον Βακχίου τοξεύμασιν
κάρα γέροντος: τὸν βαλόντα δὲ στέφειν
ἐγὼ ' τετάγμην, ἆθλα κοττάβων διδούς.
πορν. πρὸς κότταβον παίζειν, ἕως ἂν σφῷν ἐγὼ [p. 70]
τὸ δεῖπνον ἔνδον σκευάσω. ηρ. πάνυ βούλομαι:
ἀλλ᾽ ἄγγος ἐστ᾽; π. ἀλλ᾽ εἰς θυίαν παιστέον.
ηρ. φέρε τὴν θυίαν, αἶρ᾽ ὕδωρ, τὰ ποτήρια
παράθετε, παίζωμεν δὲ περὶ φιλημάτων.
π. ποίων φιλημάτων; ἀγεννῶς οὐκ ἐῶ
παίζειν. τίθημι κοττάβεια σφῷν ἐγὼ
τασδί τε τὰς κρηπῖδας ἃς αὕτη φορεῖ,
καὶ τὸν κότυλον τὸν σόν. ηρ. βαβαιάξ: οὑτοσὶ
μείζων ἀγὼν τῆς Ἰσθμιάδος ἐπέρχεται.