ὡς οἱ μέγιστοι τῶν θεῶν καὶ φίλτατοι
τῇ πόλει πάρεισιν
ἐνταῦθα γὰρ Δήμητρα καὶ Δημήτριον
ἅμα παρῆγ᾽ ὁ καιρός,
χἠ μὲν τὰ σεμνὰ τῆς Κόρης μυστήρια
ἔρχεθ᾽ ἵνα ποιήσῃ,
ὁ δ᾽ ἱλαρός, ὥσπερ τὸν θεὸν δεῖ, καὶ καλὸς
καὶ γελῶν πάρεστι.
σεμνόν τι φαίνεθ᾽, οἱ φίλοι πάντες κύκλῳ,
ἐν μέσοισι δ᾽ αὐτός,
ὅμοιον ὥσπερ οἱ φίλοι μὲν ἀστέρες,
ἥλιος δ᾽ ἐκεῖνος,
ὦ τοῦ κρατίστου παῖ Ποσειδῶνος θεοῦ,
χαῖρε, κἀφροδίτης.
ἄλλοι μὲν ἢ μακρὰν γὰρ ἀπέχουσιν θεοὶ
ἢ οὐκ ἔχουσιν ὦτα
ἢ οὐκ εἰσὶν ἢ οὐ προσέχουσιν ἡμῖν οὐδὲ ἕν,
σὲ δὲ παρόνθ᾽ ὁρῶμεν,
οὐ ξύλινον οὐδὲ λίθινον, ἀλλ᾽ ἀληθινόν.
εὐχόμεσθα δή σοι:
πρῶτον μὲν εἰρήνην ποίησον, φίλτατε:
κύριος γὰρ εἶ σύ.
τὴν δ᾽ οὐχὶ Θηβῶν, ἀλλ᾽ ὅλης τῆς Ἑλλάδος
Σφίγγα περικρατοῦσαν,
ὁ Αἰτωλὸς ὅστις ἐπὶ πέτρας καθήμενος,
ὥσπερ ἡ παλαιά,
τὰ σώμαθ᾽ ἡμῶν πάντ᾽ ἀναρπάσας φέρει,
κοὐκ ἔχω μάχεσθαι
Αἰτωλικὸν γὰρ ἁρπάσαι τὰ τῶν πέλας,
νῦν δὲ καὶ τὰ πόρρω:
μάλιστα μὲν δὴ κόλασον αὐτός: εἰ δὲ μή, [p. 144]
τὴν Σφίγγα ταύτην ὅστις ἢ κατακρημνιεῖ
ἢ σπίλον ποιήσει.