λέγει δὲ Ἀνάνιος οὕτως:
καὶ σκιφίας χρόμις θ᾽, ὃς ἐν τῷ ἦρι κὰτ τὸν
Ἀνάνιον ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι.
τῶν τοῦ Ἀνανίου πλεόνων ἐμνημόνευσα νομίζων καὶ τοῦτον ὑποθήκας τοῖς λάγνοις τοιαύτας [p. 268] ἐκτεθῆσθαι.
ἔαρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι,
τῶν καλῶν δ᾽ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου.
ἡδὺ δ᾽ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας:
δέλφακος δ᾽, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν
καὶ κυνῶν αὕτη τόθ᾽ ὥρη καὶ λαγῶν κἀλωπέκων
ὄιος αὖτ᾽ ὅταν θέρος τ᾽ ᾖ κἠχέται βαβράζωσιν.
εἶτα δ᾽ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα,
ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ
βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν
ἡδὺς
κἠμέρης.
’
”