‘ αὐτός, ὦ Ἀθήναιε, μετειληφὼς τῆς καλῆς ἐκείνης συνουσίας τῶν νῦν ἐπικληθέντων δειπνοσοφιστῶν, ἥτις ἀνὰ τὴν πόλιν πολυθρύλητος ἐγένετο, ἢ παρ᾽ ἄλλου μαθὼν τοῖς ἑταίροις. διεξῄεις,’ ‘αὐτός, ὦ Τιμόκρατες, μετασχών.’ [p. 8] ‘ἆρ᾽ οὖν ἐθελήσεις καὶ ἡμῖν τῶν καλῶν ἐπικυλικίων λόγων μεταδοῦναιὣς πού φησιν ὁ Κυρηναῖος ποιητής—ἢ παρ᾽ ἄλλου τινὸς ἡμᾶς ἀναπυνθάνεσθαι δεῖ.’
τρὶς δὲ ἀπομαξαμένοισι θεοὶ διδόασιν ἄμεινον,