καὶ ὁ ἀνδρειότατος δέ, προσέτι δὲ καὶ πολεμικὸς ποιητὴς Ἀλκαῖος ἔφη: κὰδ
ὑγιείας μέρος
μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
καὶ ὁ σοφὸς δὲ Ἀνακρέων λέγει που:
δὲ χευάτω μύρον ἁδὺ καττῶ
στήθεος ἄμμι.
τὰ στήθη παρακελευόμενος μυροῦν, ἐν οἷς ἐστιν ἡ καρδία, ὡς καὶ ταύτης δηλονότι παρηγορουμένης τοῖς εὐώδεσι. τοῦτο δ᾽ ἔπρασσον οὐ μόνον τῆς εὐωδίας ἀπὸ τοῦ στήθους κατὰ φύσιν ἀναφερομένης ἐπὶ τὴν ὄσφρησιν, ἀλλὰ καὶ διὰ τὸ νομίζειν ἐν τῇ καρδίᾳ τὴν ψυχὴν καθιδρῦσθαι, ὡς Πραξαγόρας καὶ Φυλότιμος οἱ ἰατροὶ παραδεδώκασιν.’ καὶ Ὅμηρος δέ φησιν
τί μὴν πέτεαι
συρίγγων κοιλώτερα
στήθεα χρισάμενος μύρῳ; [p. 182]
καί:
στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ.
καί:
κραδίη δὲ οἱ ἔνδον ὑλάκτει.
ὃ δὴ καὶ σημεῖον φέρουσι τοῦ τὸ κυριώτερον τῆς ψυχῆς ἐνταῦθα κεῖσθαι: κατὰ γὰρ τὰς ἐν τοῖς φόβοις γινομένας ἀγωνίας πάλλεσθαι τὴν καρδίαν ἐπιδηλότατα συμβαίνει. καὶ ὁ Ἀγαμέμνων δέ φησιν ὁ Ὁμηρικός:
Ἕκτορι δ᾽ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσε.
καὶ ὁ Σοφοκλῆς δὲ τὰς ἀπολελυμένας τοῦ φόβου πεποίηκε λεγούσας :
αἰνῶς γὰρ Δαναῶν πέρι δείδια, οὐδέ μοι ἦτορ
ἔμπεδον, ἀλλ᾽ ἀλαλύκτημαι: κραδίη δέ μοι ἔξω
στηθέων ἐκθρώσκει, τρομέει δ᾽ ὕπο φαίδιμα γυῖα.
Ἀναξανδρίδης δὲ τὸν ἀγωνιῶντα παράγει λέγοντα:
θυμῷ δ᾽ οὔ τις φαιδρὰ χορεύει
τάρβους θυγάτηρ. [p. 184]
Πλάτων δέ φησι τὸν τῶν ὅλων δημιουργὸν καὶ τὴν τοῦ πλευμόνος αὐτῇ φύσιν ‘>περιθεῖναι πρῶτον μὲν μαλακὴν καὶ ἄναιμον, εἶτα σήραγγας ἔχουσαν οἷον σπόγγου κατατετρημένας, ἵν᾽ ἐν τῇ τῶν δεινῶν προσδοκίᾳ πολλάκις ἁλλομένη τὸν παλμὸν εἰς ὑπεῖκον καὶ μαλακὸν ποιῆται. ἀλλὰ μὴν καὶ τοὺς στεφάνους τοὺς περικειμένους τῷ στήθει ὑποθυμίδας οἱ ποιηταὶ κεκλήκασιν ἀπὸ τῆς τῶν ἀνθῶν ἀναθυμιάσεως, οὐκ ἀπὸ τοῦ τὴν ψυχὴν θυμὸν καλεῖσθαι, ὥς τινες ἀξιοῦσιν. ’
ὦ πονηρὰ καρδία,
ἐπιχαιρέκακον ὡς εἶ μόνον τοῦ σώματος:
ὀρχῇ γὰρ εὐθὺς ἂν μ᾽ ἴδῃς δεδοικότα.