This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
51. καὶ τάριχοι δὲ παρὰ Φασηλίταις ἀποθύονται. Ἡρόπυθος γοῦν ἐν ῝
Ὥροις Κολοφωνίων περὶ τῆς κτίσεως ἱστορῶν τῆς Φασήλιδός φησιν ὅτι Λάκιος ὁ τὴν ἀποικίαν στείλας μισθὸν ἔδωκε τοῦ τόπου Κυλάβρᾳ ποιμένι νέμοντι πρόβατα ταρίχους, ἐκείνου
τοῦτο αἰτήσαντος. προθέντος γὰρ αὐτῷ τοῦ Λακίου λαβεῖν τοῦ χωρίου ἢ ἄλφιτα ἢ ταρίχους εἵλετο ὁ Κυλάβρας τοὺς ταρίχους: καὶ διὰ τοῦτο οἱ Φασηλῖται ἀνὰ πᾶν ἔτος τῷ Κυλάβρᾳ ἔτι καὶ νῦν ἔτι καὶ νῦν τάριχον θύουσι. Φιλοστέφανος δ᾽ ἐν τῷ πρώτῳ περὶ τῶν ἐν τῇ Ἀσίᾳ πόλεων οὕτως γράφει: ‘ Λάκιον τὸν Ἀργεῖον ἕνα τῶν σὺν Μόψῳ
ἀφικομένων, ὅν τινες
μὲν Λίνδιον εἶναι λέγουσιν, ἀδελφὸν δὲ Ἀντιφήμου τοῦ Γέλαν οἰκίσαντος, εἰς τὴν Φασήλιδα ὑπὸ Μόψου μετ᾽ ἀνδρῶν πεμφθέντα κατά τινα λόγον Μαντοῦς τῆς Μόψου μητρός,
ὅτε αἱ πρύμναι τῶν ἰδίων νηῶν συνέβαλον καὶ συνεθραύσθησαν κατὰ Χελιδονίας τῶν μετὰ τοῦ Λακίου διὰ τὸ ὑστερεῖν αὐτῶν νυκτὸς προσβαλόντων ἀγοράσαι δ᾽ αὐτὸν τὴν γῆν λέγεται, οὗ ἡ πόλις νῦν ἐστι, καθὰ ἡ Μαντὼ προεῖπε, παρὰ Κυλάβρα τινὸς δόντα
[p. 336] τάριχον τοῦτον γὰρ ἑλέσθαι λαβεῖν αὐτὸν ἀφ᾽ ὧν ἦγον. ὅθεν κατ᾽ ἐνιαυτὸν τοὺς Φασηλίτας τῷ Κυλάβρᾳ θύειν τάριχον τιμῶντας ὡς ἥρωα.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.