previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

9. Βάτων μὲν ἐν Συνεξαπατῶντι δυσχεραίνοντα ποιήσας πατέρα τῷ τοῦ υἱοῦ παιδαγωγῷ καὶ λέγοντα:

ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν ἐς βίον
ἀλλότριον αὑτοῦ: καὶ πότους ἑωθινοὺς
πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
β. εἶτ᾽ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
α. ζῆν δ᾽ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ
σοφοί: [p. 254]
γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δὲ ἔχειν
ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς
εὖ ζῶσ᾽ ἅπαντες, τυχὸν δώσεις ἐμοί2;
α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
μεθύοντ᾽ ἐπὶ τούτοις θ᾽ οἷς λέγεις κηλούμενον;
β. ἅπαντας: οἱ γὰρ τὰς ὀφρῦς ἐπηρκότες
καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα
οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου
καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
ὥστ᾽ ἐκπεπλῆχθαι πάντας.
καὶ ἐν τῷ Ἀνδροφόνῳ δὲ ἐπιγραφομένῳ αὐτὸς Βάτων διαπαίξας τινὰ τῶν ἐπιεικῶν φιλοσόφων ἐπιφέρει

ἐξὸν γυναῖκ᾽ ἔχοντα κατακεῖσθαι καλὴν
καὶ Λεσβίου χυτρῖδε λαμβάνειν δύο:
φρόνιμος οὗτός: ἐστι, τοῦτο τἀγαθόν.
Ἐπίκουρος ἔλεγε ταῦθ᾽ νῦν ἐγὼ λέγω.
εἰ τοῦτον ἔζων πάντες ὃν ἐγὼ ζῶ βίον,
Ἡγήσιππος δ᾽ ἐν Φιλεταίροις:

Ἐπίκουρος σοφὸς ἀξιώσαντός τινος
εἰπεῖν πρὸς αὐτὸν ὅτι ποτ᾽ ἐστὶ τἀγαθὸν
διὰ τέλους ζητοῦσιν, εἶπεν ἡδονήν.
β. εὖ γ᾽, κράτιστ᾽ ἄνθρωπε καὶ σοφώτατε: [p. 256]
τοῦ γὰρ μασᾶσθαι κρεῖττον οὐκ ἔστ᾽ οὐδὲ ἓν
ἀγαθὸν Α. πρόσεστιν ἡδονῇ γὰρ τἀγαθόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: