ἀπολώλεκας τὸ μειράκιόν μου παραλαβών,
ἀκάθαρτε, καὶ πέπεικας ἐλθεῖν εἰς βίον
ἀλλότριον αὑτοῦ: καὶ πότους ἑωθινοὺς
πίνει διὰ σὲ νῦν, πρότερον οὐκ εἰθισμένος.
β. εἶτ᾽ εἰ μεμάθηκε, δέσποτα, ζῆν, ἐγκαλεῖς;
α. ζῆν δ᾽ ἐστὶ τὸ τοιοῦθ᾽; β. ὡς λέγουσιν οἱ σοφοί.
ὁ γοῦν Ἐπίκουρός φησιν εἶναι τἀγαθὸν
τὴν ἡδονὴν δήπουθεν οὐκ ἔστιν δ᾽ ἔχειν
ταύτην ἑτέρωθεν, ἐκ δὲ τοῦ ζῆν δὴ καλῶς
εὖ ζῶσ᾽ ἅπαντες, ἢ τυχὸν δώσεις ἐμοί;
α. ἑόρακας οὖν φιλόσοφον, εἰπέ μοι, τινὰ
μεθύοντ᾽ ἐπὶ τούτοις θ᾽ οἷς λέγεις κηλούμενον;
β. ἅπαντας: οἱ γοῦν τὰς ὀφρῦς ἐπηρκότες
καὶ τὸν φρόνιμον ζητοῦντες ἐν τοῖς περιπάτοις
καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα [p. 444]
οὕτως, ἐπὰν γλαυκίσκος αὐτοῖς παρατεθῇ,
ἴσασιν οὗ δεῖ πρῶτον ἅψασθαι τόπου
καὶ τὴν κεφαλὴν ζητοῦσιν ὥσπερ πράγματος,
ὥστ᾽ ἐκπεπλῆχθαι πάντας.
”