previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο: πῶς ἴδοιμι, πῶς πάθοιμι, τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. Τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶνοὐ φέρωλέγωνΚλεινία, τὴν ἀνίαν: ὅλος γάρ μοι προσέπεσεν ἔρως, καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων: [2] πάντοτε Λευκίππην φαντάζομαι. Οὐ γέγονεν ἄλλῳ τινὶ τοιοῦτον ἀτύχημα: τὸ γὰρ κακόν μοι καὶ συνοικεῖ.’ Καὶ Κλεινίαςληρεῖςεἶπενοὕτως εἰς ἔρωτα εὐτυχῶν. Οὐ γὰρ ἐπ̓ ἀλλοτρίας θύρας ἐλθεῖν σε δεῖ οὐδὲ διάκονον παρακαλεῖν: αὐτήν σοι δέδωκε τὴν ἐρωμένην τύχη καὶ φέρουσα ἔνδον [p. 48] ἵδρυσεν. [3] Ἄλλῳ μὲν γὰρ ἐραστῇ καὶ τὸ βλέμμα μόνον ἤρκεσε τῆς ἐρωμένης παρθένου, καὶ μέγιστον τοῦτο ἀγαθὸν νενόμικεν ἐραστὴς ἐὰν καὶ μέχρι τῶν ὀμμάτων εὐτυχῇ, οἱ δὲ εὐδαιμονέστεροι τῶν ἐραστῶν ἂν τύχωσι κἂν ῥήματος μόνον: σὺ δὲ καὶ βλέπεις ἀεὶ καὶ ἀκούεις ἀεὶ καὶ συνδειπνεῖς καὶ συμπίνεις. [4] Καὶ ταῦτα εὐτυχῶν ἐγκαλεῖς; ἀχάριστος εἶ πρὸς ἔρωτος δωρεάν. Οὐκ οἶδας οἷόν ἐστιν ἐρωμένη βλεπομένη: μείζονα τῶν ἔργων ἔχει τὴν ἡδονήν. Ὀφθαλμοὶ γὰρ ἀλλήλοις ἀντανακλώμενοι ἀπομάττουσιν ὡς ἐν κατόπτρῳ τῶν σωμάτων τὰ εἴδωλα, δὲ τοῦ κάλλους ἀπορροὴ δἰ αὐτῶν εἰς τὴν ψυχὴν καταρρέουσα ἔχει τινὰ μίξιν ἐν ἀποστάσει: [5] καὶ γλυκίων ἐστὶ τῆς τῶν σωμάτων μίξεως: καινὴ γάρ ἐστι σωμάτων συμπλοκή. Ἐγὼ δέ σοι καὶ τὸ ἔργον ἔσεσθαι ταχὺ μαντεύομαι: μέγιστον γάρ ἐστιν ἐφόδιον εἰς πειθὼ συνεχὴς πρὸς ἐρωμένην ὁμιλία. Ὀφθαλμὸς γὰρ φιλίας πρόξενος καὶ τὸ σύνηθες τῆς κοινωνίας εἰς χάριν ἀνυσιμώτερον. [6] Εἰ γὰρ τὰ ἄγρια τῶν θηρίων συνηθείᾳ τιθασεύεται, πολὺ μᾶλλον ταύτῃ μαλαχθείη καὶ γυνή. Ἔχει δέ τι πρὸς παρθένον ἐπαγωγὸν ἡλικιώτης ἐρῶν: τὸ δὲ ἐν ὥρᾳ τῆς ἀκμῆς ἐπεῖγον εἰς τὴν φύσιν καὶ τὸ συνειδὸς τοῦ φιλεῖσθαι τίκτει πολλάκις ἀντέρωτα. Θέλει γὰρ ἑκάστη τῶν παρθένων εἶναι καλὴ καὶ φιλουμένη χαίρει καὶ ἐπαινεῖ τῆς μαρτυρίας τὸν φιλοῦντα: κἂν μὴ φιλήσῃ τις αὐτήν, [7] οὔπω πεπίστευκεν εἶναι καλή. Ἓν οὖν σοι παραινῶ μόνον, ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.’ ‘Πῶς ἂν οὖνεἶπονγένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς: σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ. [p. 49] Τί λέγω; τί ποιῶ; πῶς ἂν τύχοιμι τῆς ἐρωμένης; Οὐκ οἶδα γὰρ τὰς ὁδούς.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: