[4] Ἄμπελοι δὲ ἑκατέρωθεν τοῦ δένδρου καλάμοις ἐποχούμεναι τοῖς φύλλοις ἔθαλλον, καὶ ὁ καρπὸς ὡραίαν εἶχε τὴν ἄνθην καὶ διὰ τῆς ὀπῆς τῶν καλάμων ἐξεκρέματο καὶ ἦν βόστρυχος τοῦ φυτοῦ: τῶν δὲ φύλλων ἄνωθεν αἰωρουμένων ὑφ̓ ἡλίῳ πρὸς ἄνεμον συμμιγεῖ ὠχρὰν ἐμάρμαιρεν ἡ γῆ τὴν σκιάν.