‘ [3] Μὴ γὰρ φοβηθῇς ταύτην τὴν ἁρπαγήν, μηδὲ [p. 159] ἐπὶ κακῷ τῷ σῷ γεγονέναι δόξῃς: αὕτη γὰρ τὸν δεσπότην τὸν ἐμὸν ἐραστήν σοι προξενεῖ.’ Ἡ μὲν δὴ τῷ παραλόγῳ τῆς συμφορᾶς ἐκπλαγεῖσα ἐσιώπησεν, ὁ δὲ ἐπὶ τὸν Θέρσανδρον ἔρχεται καὶ λέγει τὰ πεπραγμένα: ἔτυχε δὲ ὁ Θέρσανδρος ἐπανιὼν εἰς τὴν οἰκίαν.