[3] Προσελθὼν οὖν μοι ‘Κλειτοφῶν οὗτος, Λευκίππη δὲ ποῦ;’ Ἐγὼ μὲν οὖν γνωρίσας αὐτὸν εἰς γῆν ἔνευσα, οἱ δὲ παρόντες αὐτῷ διηγοῦντο ὅσα εἶπον κατ̓ ἐμαυτοῦ: καὶ ὃς ἀνοιμώξας καὶ κοψάμενος τὴν κεφαλὴν ἐμπηδᾷ μου τοῖς ὀφθαλμοῖς καὶ μικροῦ δεῖν ἐξώρυξεν αὐτούς: οὐδὲ γὰρ ἐπεχείρουν κωλύειν ἐγώ, παρεῖχον δὲ τὸ πρόσωπον εἰς τὴν ὕβριν.