[7] Τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου: στέφανοι περὶ τοῖς μετώποις δεδεμένοι: κόμαι κατὰ τῶν ὤμων λελυμέναι: τὸ σκέλος πᾶν γεγυμνωμέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου, τὸ γὰρ ζῶμα μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα: τὸ πρόσωπον ὠχραί, σεσηρυῖαι τὰς παρειάς, τοὺς ὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴν θάλατταν, μικρὸν ὑποκεχηνυῖαι τὸ στόμα, ὥσπερ ἀφήσειν ὑπὸ φόβου μέλλουσαι καὶ βοήν: