[2] Ἐπεὶ δ̓ ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούομεν πολλῆς. Καὶ ὁ ναύτης εἰπὼν ‘ὁ βουκόλος’ μεταστρέφει τὴν ναῦν, ὡς ἐπαναπλεύσων εἰς τοὐπίσω, καὶ ἅμα πλήρης ἦν ἡ γῆ φοβερῶν καὶ ἀγρίων ἀνθρώπων: μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν χρόαν, οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ̓ οἷος ἂν γένοιτο νόθος Αἰθίοψ, ψιλοὶ τὰς κεφαλάς, [p. 97] λεπτοὶ τοὺς πόδας, τὸ σῶμα παχεῖς: ἐβαρβάριζον δὲ πάντες.