‘ [3] Μικρὸν γὰρ ὕστερον καὶ ταύτην ἀποσκευάσαντες ἔρριψαν ὁμοίως, ὅτε μηκέτι τοὺς διώκοντας εἶδον. Οὐκ οἶδα δὲ πότερον τούτου χάριν προπαρασκευάσαντες ἔτυχον τὴν γυναῖκα ἢ διεγνωκότες ἀνδραποδίσαντες πωλῆσαι, ὥσπερ ὕστερον πεπράκασι κἀμέ: τῷ δὲ διώκεσθαι πρὸς ἀπάτην τῶν διωκόντων ἀντ̓ ἐμοῦ σφάττουσι, νομίζοντες πλέον ἐμπολήσειν ἐκ τῆς ἐμῆς πράσεως ἢ τῆς ἐκείνης. ’