‘ [3] ἐπὶ τοὺς βαρβάρους.’ Καὶ ἅμα λέγοντος αὐτοῦ παῖς εἰστρέχει τις λέγων ἀπὸ τοῦ Δέλτα πρόδρομον ἥκειν τοὐκεῖθεν στρατοπέδου καὶ πέντε λέγειν ἄλλων ἡμερῶν διατρίβειν τοὺς δισχιλίους: τοὺς γὰρ βαρβάρους κατατρέχοντας πεπαῦσθαι: μελλούσης δὲ ἥκειν τῆς δυνάμεως τὸν ὄρνιν αὐτοῖς ἐπιδημῆσαι τὸν ἱερὸν φέροντα τοῦ πατρὸς τὴν ταφήν: ἀνάγκην δ̓ εἶναι τὴν ἔξοδον ἐπισχεῖν τοσούτων ἡμερῶν.