‘ [3] Καὶ τοῦτόν γε τὸν λόγον εὗρον περὶ ἐμοῦ κατεσχηκότα. Οὔπω δὲ ὁ σὸς πατὴρ ἐκ τῆς Παλαιστίνης ἔτυχεν ἥκων, ἀλλὰ δύο ἄλλων ὕστερον ἡμερῶν, καὶ καταλαμβάνει πεμφθέντα παρὰ τοῦ τῆς Λευκίππης πατρὸς γράμματα, ἅπερ ἔτυχε μετὰ μίαν ἡμέραν τῆς ἡμετέρας ἀποδημίας κεκομισμένα, δἰ ὧν ὁ Σώστρατος ἐγγυᾷ σοὶ τὴν θυγατέρα. ’