‘ [9] τὸ ῥεῦμα δὲ ὡς κιθάρα λαλεῖ. Ἀλλὰ καὶ λίμνη Λιβυκὴ μιμεῖται γῆν Ἰνδικήν, καὶ ἴσασιν αὐτῆς τὸ ἀπόρρητον αἱ Λιβύων παρθένοι, ὅτι τὸ ὕδωρ ἔχει πλούσιον. Ὁ δὲ πλοῦτος αὐτῇ κάτω τεταμίευται τῇ τῶν ὑδάτων ἰλύι δεδεμένος, καὶ ἔστιν ἐκεῖ χρυσοῦ πηγή. Κοντὸν οὖν εἰς τὸ ὕδωρ βαπτίζουσι πίσσῃ πεφαρμαγμένον, ἀνοίγουσί τε τοῦ ποταμοῦ τὰ κλεῖθρα. ’