‘ [3] τῆς θεοῦ. Ἐπὶ τὴν Ἄρτεμιν αἱ πληγαί. Καὶ οὐ μέχρι πληγῶν ἡ παροινία, ἀλλὰ καὶ ἐπὶ τῶν προσώπων τις λαμβάνει τραύματα, ὡς ἐν πολέμῳ καὶ μάχῃ, καὶ μεμίανται τὸ ἔδαφος ἀνθρωπίνῳ αἵματι. Τοιαῦτα σπένδει τις θεῷ; Οὐ βάρβαροι ταῦτα καὶ Ταῦροι, καὶ ἡ Ἄρτεμις ἡ Σκυθῶν; Οὐ παῤ ἐκείνοις μόνοις νεὼς οὕτως αἱμάσσεται: τὴν Ἰωνίαν Σκυθίαν πεποίηκας, καὶ ἐν Ἐφέσῳ ῥεῖ τὰ ἐν Ταύροις αἵματα. ’