[4] Αὕτη δὲ αὐτῷ καὶ μάστιξ ἐπὶ τῆς ἄγρας γίνεται: τύπτει γὰρ αὐτῇ πρὸς οὓς ἄν διαπαλαίῃ καὶ πολλὰ ποιεῖ τραύματα πληγῇ μιᾷ. Κεφαλὴ δὲ αὐτῷ τοῖς νώτοις συνυφαίνεται καὶ εἰς μίαν στάθμην ἰθύνεται [p. 129] (ἔκλεψε γὰρ αὐτοῦ τὴν δέρην ἡ φύσις), ἔστι δὲ τοῦ λοιποῦ βλοσυρωτέρα σώματος καὶ ἐπὶ πλεῖστον ἐπὶ τὰς γένυς ἐκτείνεται καὶ ἀνοίγεται πᾶσα.