Τὰ μὲν δὴ κατὰ Λευκίππην εἶχεν οὕτως: Κλεινίας δὲ καὶ ὁ Σάτυρος πυθόμενοί με ἐν τῷ δεσμωτηρίῳ καθεῖρχθαι (διηγγέλκει γὰρ αὐτοῖς ἡ Μελίτη) τῆς νυκτὸς εὐθὺς ἐπὶ τὸ οἴκημα σπουδῇ παρῆσαν. Καὶ ἤθελον μὲν αὐτοῦ καταμεῖναι σὺν ἐμοί, ὁ δὲ ἐπὶ τῶν δεσμῶν οὐκ ἐπέτρεπεν, ἀλλ̓ ἐκέλευεν ἀπαλλάττεσθαι αὐτοὺς τὴν ταχίστην.